1 καὶ ἐμβὰς εἰς πλοι̃ον διεπέρασεν καὶ ἠ̃λθεν εἰς τὴν ἰδίαν πόλιν |
2 καὶ ἰδοὺ προσέφερον αὐτω̨̃ παραλυτικòν ἐπὶ κλίνης βεβλημένον καὶ ἰδὼν ὁ ’Ιησου̃ς τὴν πίστιν αὐτω̃ν εἰ̃πεν τω̨̃ παραλυτικω̨̃ θάρσει τέκνον ἀφίενταί σου αἱ ἁμαρτίαι |
3 καὶ ἰδού τινες τω̃ν γραμματέων εἰ̃παν ἐν ἑαυτοι̃ς οὑ̃τος βλασφημει̃ |
4 καὶ ἰδὼν ὁ ’Ιησου̃ς τὰς ἐνθυμήσεις αὐτω̃ν εἰ̃πεν ἱνατί ἐνθυμει̃σθε πονηρὰ ἐν ται̃ς καρδίαις ὑμω̃ν |
5 τί γάρ ἐστιν εὐκοπώτερον εἰπει̃ν ἀφίενταί σου αἱ ἁμαρτίαι ἢ εἰπει̃ν ἔγειρε καὶ περιπάτει |
6 ἵνα δὲ εἰδη̃τε ὅτι ἐξουσίαν ἔχει ὁ υἱòς του̃ ἀνθρώπου ἐπὶ τη̃ς γη̃ς ἀφιέναι ἁμαρτίας τότε λέγει τω̨̃ παραλυτικω̨̃ ἐγερθεὶς ἀ̃ρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τòν οἰ̃κόν σου |
7 καὶ ἐγερθεὶς ἀπη̃λθεν εἰς τòν οἰ̃κον αὐτου̃ |
8 ἰδόντες δὲ οἱ ὄχλοι ἐφοβήθησαν καὶ ἐδόξασαν τòν θεòν τòν δόντα ἐξουσίαν τοιαύτην τοι̃ς ἀνθρώποις |
9 καὶ παράγων ὁ ’Ιησου̃ς ἐκει̃θεν εἰ̃δεν ἄνθρωπον καθήμενον ἐπὶ τò τελώνιον Μαθθαι̃ον λεγόμενον καὶ λέγει αὐτω̨̃ ἀκολούθει μοι καὶ ἀναστὰς ἠκολούθησεν αὐτω̨̃ |
10 καὶ ἐγένετο αὐτου̃ ἀνακειμένου ἐν τη̨̃ οἰκία̨ καὶ ἰδοὺ πολλοὶ τελω̃ναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τω̨̃ ’Ιησου̃ καὶ τοι̃ς μαθηται̃ς αὐτου̃ |
11 καὶ ἰδόντες οἱ Φαρισαι̃οι ἔλεγον τοι̃ς μαθηται̃ς αὐτου̃ διὰ τί μετὰ τω̃ν τελωνω̃ν καὶ ἁμαρτωλω̃ν ἐσθίει ὁ διδάσκαλος ὑμω̃ν |
12 ὁ δὲ ἀκούσας εἰ̃πεν οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατρου̃ ἀλλ' οἱ κακω̃ς ἔχοντες |
13 πορευθέντες δὲ μάθετε τί ἐστιν ἔλεος θέλω καὶ οὐ θυσίαν οὐ γὰρ ἠ̃λθον καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλούς |
14 τότε προσέρχονται αὐτω̨̃ οἱ μαθηταὶ ’Ιωάννου λέγοντες διὰ τί ἡμει̃ς καὶ οἱ Φαρισαι̃οι νηστεύομεν πολλά οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν |
15 καὶ εἰ̃πεν αὐτοι̃ς ὁ ’Ιησου̃ς μὴ δύνανται οἱ υἱοὶ του̃ νυμφω̃νος πενθει̃ν ἐφ' ὅσον μετ' αὐτω̃ν ἐστιν ὁ νυμφίος ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθη̨̃ ἀπ' αὐτω̃ν ὁ νυμφίος καὶ τότε νηστεύσουσιν |
16 οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίω̨ παλαιω̨̃ αἴρει γὰρ τò πλήρωμα αὐτου̃ ἀπò του̃ ἱματίου καὶ χει̃ρον σχίσμα γίνεται |
17 οὐδὲ βάλλουσιν οἰ̃νον νέον εἰς ἀσκοὺς παλαιούς εἰ δὲ μή γε ῥήγνυνται οἱ ἀσκοί καὶ ὁ οἰ̃νος ἐκχει̃ται καὶ οἱ ἀσκοὶ ἀπόλλυνται ἀλλὰ βάλλουσιν οἰ̃νον νέον εἰς ἀσκοὺς καινούς καὶ ἀμφότεροι συντηρου̃νται |
18 ταυ̃τα αὐτου̃ λαλου̃ντος αὐτοι̃ς ἰδοὺ ἄρχων εἱ̃ς ἐλθὼν προσεκύνει αὐτω̨̃ λέγων ὅτι ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χει̃ρά σου ἐπ' αὐτήν καὶ ζήσεται |
19 καὶ ἐγερθεὶς ὁ ’Ιησου̃ς ἠκολούθησεν αὐτω̨̃ καὶ οἱ μαθηταὶ αὐτου̃ |
20 καὶ ἰδοὺ γυνὴ αἱμορροου̃σα δώδεκα ἔτη προσελθου̃σα ὄπισθεν ἥψατο του̃ κρασπέδου του̃ ἱματίου αὐτου̃ |
21 ἔλεγεν γὰρ ἐν ἑαυτη̨̃ ἐὰν μόνον ἅψωμαι του̃ ἱματίου αὐτου̃ σωθήσομαι |
22 ὁ δὲ ’Ιησου̃ς στραφεὶς καὶ ἰδὼν αὐτὴν εἰ̃πεν θάρσει θύγατερ ἡ πίστις σου σέσωκέν σε καὶ ἐσώθη ἡ γυνὴ ἀπò τη̃ς ὥρας ἐκείνης |
23 καὶ ἐλθὼν ὁ ’Ιησου̃ς εἰς τὴν οἰκίαν του̃ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τòν ὄχλον θορυβούμενον |
24 ἔλεγεν ἀναχωρει̃τε οὐ γὰρ ἀπέθανεν τò κοράσιον ἀλλὰ καθεύδει καὶ κατεγέλων αὐτου̃ |
25 ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος εἰσελθὼν ἐκράτησεν τη̃ς χειρòς αὐτη̃ς καὶ ἠγέρθη τò κοράσιον |
26 καὶ ἐξη̃λθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γη̃ν ἐκείνην |
27 καὶ παράγοντι ἐκει̃θεν τω̨̃ ’Ιησου̃ ἠκολούθησαν αὐτω̨̃ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες ἐλέησον ἡμα̃ς υἱòς Δαυίδ |
28 ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προση̃λθον αὐτω̨̃ οἱ τυφλοί καὶ λέγει αὐτοι̃ς ὁ ’Ιησου̃ς πιστεύετε ὅτι δύναμαι του̃το ποιη̃σαι λέγουσιν αὐτω̨̃ ναί κύριε |
29 τότε ἥψατο τω̃ν ὀφθαλμω̃ν αὐτω̃ν λέγων κατὰ τὴν πίστιν ὑμω̃ν γενηθήτω ὑμι̃ν |
30 καὶ ἠνεώ̨χθησαν αὐτω̃ν οἱ ὀφθαλμοί καὶ ἐνεβριμήθη αὐτοι̃ς ὁ ’Ιησου̃ς λέγων ὁρα̃τε μηδεὶς γινωσκέτω |
31 οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτòν ἐν ὅλη̨ τη̨̃ γη̨̃ ἐκείνη̨ |
32 αὐτω̃ν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτω̨̃ ἄνθρωπον κωφòν δαιμονιζόμενον |
33 καὶ ἐκβληθέντος του̃ δαιμονίου ἐλάλησεν ὁ κωφός καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες οὐδέποτε ἐφάνη οὕτως ἐν τω̨̃ ’Ισραήλ |
34 οἱ δὲ Φαρισαι̃οι ἔλεγον ἐν τω̨̃ ἄρχοντι τω̃ν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια |
35 καὶ περιη̃γεν ὁ ’Ιησου̃ς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ται̃ς συναγωγαι̃ς αὐτω̃ν καὶ κηρύσσων τò εὐαγγέλιον τη̃ς βασιλείας καὶ θεραπεύων πα̃σαν νόσον καὶ πα̃σαν μαλακίαν |
36 ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτω̃ν ὅτι ἠ̃σαν ἐσκυλμένοι καὶ ἐρριμμένοι ὡσεὶ πρόβατα μὴ ἔχοντα ποιμένα |
37 τότε λέγει τοι̃ς μαθηται̃ς αὐτου̃ ὁ μὲν θερισμòς πολύς οἱ δὲ ἐργάται ὀλίγοι |
38 δεήθητε οὐ̃ν του̃ κυρίου του̃ θερισμου̃ ὅπως ἐκβάλη̨ ἐργάτας εἰς τòν θερισμòν αὐτου̃ |