Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 1

1 μακάριος ἀνήρ ὃς οὐκ ἐπορεύθη ἐν βουλη̨̃ ἀσεβω̃ν καὶ ἐν ὁδω̨̃ ἁμαρτωλω̃ν οὐκ ἔστη καὶ ἐπὶ καθέδραν λοιμω̃ν οὐκ ἐκάθισεν
2 ἀλλ' ἢ ἐν τω̨̃ νόμω̨ κυρίου τὸ θέλημα αὐτου̃ καὶ ἐν τω̨̃ νόμω̨ αὐτου̃ μελετήσει ἡμέρας καὶ νυκτός
3 καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τω̃ν ὑδάτων ὃ τὸν καρπὸν αὐτου̃ δώσει ἐν καιρω̨̃ αὐτου̃ καὶ τὸ φύλλον αὐτου̃ οὐκ ἀπορρυήσεται καὶ πάντα ὅσα ἂν ποιη̨̃ κατευοδωθήσεται
4 οὐχ οὕτως οἱ ἀσεβει̃ς οὐχ οὕτως ἀλλ' ἢ ὡς ὁ χνου̃ς ὃν ἐκριπτει̃ ὁ ἄνεμος ἀπὸ προσώπου τη̃ς γη̃ς
5 διὰ του̃το οὐκ ἀναστήσονται ἀσεβει̃ς ἐν κρίσει οὐδὲ ἁμαρτωλοὶ ἐν βουλη̨̃ δικαίων
6 ὅτι γινώσκει κύριος ὁδὸν δικαίων καὶ ὁδὸς ἀσεβω̃ν ἀπολει̃ται

ΨΑΛΜΟΙ, ψαλμὀς 2

1 ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά
2 παρέστησαν οἱ βασιλει̃ς τη̃ς γη̃ς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ του̃ κυρίου καὶ κατὰ του̃ χριστου̃ αὐτου̃ διάψαλμα
3 διαρρήξωμεν τοὺς δεσμοὺς αὐτω̃ν καὶ ἀπορρίψωμεν ἀφ' ἡμω̃ν τὸν ζυγὸν αὐτω̃ν
4 ὁ κατοικω̃ν ἐν οὐρανοι̃ς ἐκγελάσεται αὐτούς καὶ ὁ κύριος ἐκμυκτηριει̃ αὐτούς
5 τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργη̨̃ αὐτου̃ καὶ ἐν τω̨̃ θυμω̨̃ αὐτου̃ ταράξει αὐτούς
6 ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτου̃ ἐπὶ Σιων ὄρος τὸ ἅγιον αὐτου̃
7 διαγγέλλων τὸ πρόσταγμα κυρίου κύριος εἰ̃πεν πρός με υἱός μου εἰ̃ σύ ἐγὼ σήμερον γεγέννηκά σε
8 αἴτησαι παρ' ἐμου̃ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τη̃ς γη̃ς
9 ποιμανει̃ς αὐτοὺς ἐν ῥάβδω̨ σιδηρα̨̃ ὡς σκευ̃ος κεραμέως συντρίψεις αὐτούς
10 καὶ νυ̃ν βασιλει̃ς σύνετε παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γη̃ν
11 δουλεύσατε τω̨̃ κυρίω̨ ἐν φόβω̨ καὶ ἀγαλλια̃σθε αὐτω̨̃ ἐν τρόμω̨
12 δράξασθε παιδείας μήποτε ὀργισθη̨̃ κύριος καὶ ἀπολει̃σθε ἐξ ὁδου̃ δικαίας ὅταν ἐκκαυθη̨̃ ἐν τάχει ὁ θυμὸς αὐτου̃ μακάριοι πάντες οἱ πεποιθότες ἐπ' αὐτω̨̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.