1 εἰς τὸ τέλος τω̨̃ Δαυιδ ψαλμός ὁ θεός τὴν αἴνεσίν μου μὴ παρασιωπήση̨ς |
2 ὅτι στόμα ἁμαρτωλου̃ καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη ἐλάλησαν κατ' ἐμου̃ γλώσση̨ δολία̨ |
3 καὶ λόγοις μίσους ἐκύκλωσάν με καὶ ἐπολέμησάν με δωρεάν |
4 ἀντὶ του̃ ἀγαπα̃ν με ἐνδιέβαλλόν με ἐγὼ δὲ προσευχόμην |
5 καὶ ἔθεντο κατ' ἐμου̃ κακὰ ἀντὶ ἀγαθω̃ν καὶ μι̃σος ἀντὶ τη̃ς ἀγαπήσεώς μου |
6 κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλόν καὶ διάβολος στήτω ἐκ δεξιω̃ν αὐτου̃ |
7 ἐν τω̨̃ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος καὶ ἡ προσευχὴ αὐτου̃ γενέσθω εἰς ἁμαρτίαν |
8 γενηθήτωσαν αἱ ἡμέραι αὐτου̃ ὀλίγαι καὶ τὴν ἐπισκοπὴν αὐτου̃ λάβοι ἕτερος |
9 γενηθήτωσαν οἱ υἱοὶ αὐτου̃ ὀρφανοὶ καὶ ἡ γυνὴ αὐτου̃ χήρα |
10 σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτου̃ καὶ ἐπαιτησάτωσαν ἐκβληθήτωσαν ἐκ τω̃ν οἰκοπέδων αὐτω̃ν |
11 ἐξερευνησάτω δανειστὴς πάντα ὅσα ὑπάρχει αὐτω̨̃ διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτου̃ |
12 μὴ ὑπαρξάτω αὐτω̨̃ ἀντιλήμπτωρ μηδὲ γενηθήτω οἰκτίρμων τοι̃ς ὀρφανοι̃ς αὐτου̃ |
13 γενηθήτω τὰ τέκνα αὐτου̃ εἰς ἐξολέθρευσιν ἐν γενεα̨̃ μια̨̃ ἐξαλειφθήτω τὸ ὄνομα αὐτου̃ |
14 ἀναμνησθείη ἡ ἀνομία τω̃ν πατέρων αὐτου̃ ἔναντι κυρίου καὶ ἡ ἁμαρτία τη̃ς μητρὸς αὐτου̃ μὴ ἐξαλειφθείη |
15 γενηθήτωσαν ἔναντι κυρίου διὰ παντός καὶ ἐξολεθρευθείη ἐκ γη̃ς τὸ μνημόσυνον αὐτω̃ν |
16 ἀνθ' ὡ̃ν οὐκ ἐμνήσθη του̃ ποιη̃σαι ἔλεος καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τη̨̃ καρδία̨ του̃ θανατω̃σαι |
17 καὶ ἠγάπησεν κατάραν καὶ ἥξει αὐτω̨̃ καὶ οὐκ ἠθέλησεν εὐλογίαν καὶ μακρυνθήσεται ἀπ' αὐτου̃ |
18 καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον καὶ εἰση̃λθεν ὡς ὕδωρ εἰς τὰ ἔγκατα αὐτου̃ καὶ ὡσεὶ ἔλαιον ἐν τοι̃ς ὀστέοις αὐτου̃ |
19 γενηθήτω αὐτω̨̃ ὡς ἱμάτιον ὃ περιβάλλεται καὶ ὡσεὶ ζώνη ἣν διὰ παντὸς περιζώννυται |
20 του̃το τὸ ἔργον τω̃ν ἐνδιαβαλλόντων με παρὰ κυρίου καὶ τω̃ν λαλούντων πονηρὰ κατὰ τη̃ς ψυχη̃ς μου |
21 καὶ σύ κύριε κύριε ποίησον μετ' ἐμου̃ ἔλεος ἕνεκεν του̃ ὀνόματός σου ὅτι χρηστὸν τὸ ἔλεός σου |
22 ῥυ̃σαί με ὅτι πτωχὸς καὶ πένης ἐγώ εἰμι καὶ ἡ καρδία μου τετάρακται ἐντός μου |
23 ὡσεὶ σκιὰ ἐν τω̨̃ ἐκκλι̃ναι αὐτὴν ἀντανη̨ρέθην ἐξετινάχθην ὡσεὶ ἀκρίδες |
24 τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας καὶ ἡ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον |
25 καὶ ἐγὼ ἐγενήθην ὄνειδος αὐτοι̃ς εἴδοσάν με ἐσάλευσαν κεφαλὰς αὐτω̃ν |
26 βοήθησόν μοι κύριε ὁ θεός μου σω̃σόν με κατὰ τὸ ἔλεός σου |
27 καὶ γνώτωσαν ὅτι ἡ χείρ σου αὕτη καὶ σύ κύριε ἐποίησας αὐτήν |
28 καταράσονται αὐτοί καὶ σὺ εὐλογήσεις οἱ ἐπανιστανόμενοί μοι αἰσχυνθήτωσαν ὁ δὲ δου̃λός σου εὐφρανθήσεται |
29 ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν καὶ περιβαλέσθωσαν ὡσεὶ διπλοΐδα αἰσχύνην αὐτω̃ν |
30 ἐξομολογήσομαι τω̨̃ κυρίω̨ σφόδρα ἐν τω̨̃ στόματί μου καὶ ἐν μέσω̨ πολλω̃ν αἰνέσω αὐτόν |
31 ὅτι παρέστη ἐκ δεξιω̃ν πένητος του̃ σω̃σαι ἐκ τω̃ν καταδιωκόντων τὴν ψυχήν μου |