1 τω̨̃ Δαυιδ ψαλμός εἰ̃πεν ὁ κύριος τω̨̃ κυρίω̨ μου κάθου ἐκ δεξιω̃ν μου ἕως ἂν θω̃ τοὺς ἐχθρούς σου ὑποπόδιον τω̃ν ποδω̃ν σου |
2 ῥάβδον δυνάμεώς σου ἐξαποστελει̃ κύριος ἐκ Σιων καὶ κατακυρίευε ἐν μέσω̨ τω̃ν ἐχθρω̃ν σου |
3 μετὰ σου̃ ἡ ἀρχὴ ἐν ἡμέρα̨ τη̃ς δυνάμεώς σου ἐν ται̃ς λαμπρότησιν τω̃ν ἁγίων ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐξεγέννησά σε |
4 ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται σὺ εἰ̃ ἱερεὺς εἰς τὸν αἰω̃να κατὰ τὴν τάξιν Μελχισεδεκ |
5 κύριος ἐκ δεξιω̃ν σου συνέθλασεν ἐν ἡμέρα̨ ὀργη̃ς αὐτου̃ βασιλει̃ς |
6 κρινει̃ ἐν τοι̃ς ἔθνεσιν πληρώσει πτώματα συνθλάσει κεφαλὰς ἐπὶ γη̃ς πολλω̃ν |
7 ἐκ χειμάρρου ἐν ὁδω̨̃ πίεται διὰ του̃το ὑψώσει κεφαλήν |