Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 110

αλληλουια ἐξομολογήσομαί σοι κύριε ἐν ὅλη̨ καρδία̨ μου ἐν βουλη̨̃ εὐθείων καὶ συναγωγη̨̃
μεγάλα τὰ ἔργα κυρίου ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτου̃
ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτου̃ καὶ ἡ δικαιοσύνη αὐτου̃ μένει εἰς τὸν αἰω̃να του̃ αἰω̃νος
μνείαν ἐποιήσατο τω̃ν θαυμασίων αὐτου̃ ἐλεήμων καὶ οἰκτίρμων ὁ κύριος
τροφὴν ἔδωκεν τοι̃ς φοβουμένοις αὐτόν μνησθήσεται εἰς τὸν αἰω̃να διαθήκης αὐτου̃
ἰσχὺν ἔργων αὐτου̃ ἀνήγγειλεν τω̨̃ λαω̨̃ αὐτου̃ του̃ δου̃ναι αὐτοι̃ς κληρονομίαν ἐθνω̃ν
ἔργα χειρω̃ν αὐτου̃ ἀλήθεια καὶ κρίσις πισταὶ πα̃σαι αἱ ἐντολαὶ αὐτου̃
ἐστηριγμέναι εἰς τὸν αἰω̃να του̃ αἰω̃νος πεποιημέναι ἐν ἀληθεία̨ καὶ εὐθύτητι
λύτρωσιν ἀπέστειλεν τω̨̃ λαω̨̃ αὐτου̃ ἐνετείλατο εἰς τὸν αἰω̃να διαθήκην αὐτου̃ ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτου̃
10 ἀρχὴ σοφίας φόβος κυρίου σύνεσις ἀγαθὴ πα̃σι τοι̃ς ποιου̃σιν αὐτήν ἡ αἴνεσις αὐτου̃ μένει εἰς τὸν αἰω̃να του̃ αἰω̃νος
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.