Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 111

1 αλληλουια μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν κύριον ἐν ται̃ς ἐντολαι̃ς αὐτου̃ θελήσει σφόδρα
2 δυνατὸν ἐν τη̨̃ γη̨̃ ἔσται τὸ σπέρμα αὐτου̃ γενεὰ εὐθείων εὐλογηθήσεται
3 δόξα καὶ πλου̃τος ἐν τω̨̃ οἴκω̨ αὐτου̃ καὶ ἡ δικαιοσύνη αὐτου̃ μένει εἰς τὸν αἰω̃να του̃ αἰω̃νος
4 ἐξανέτειλεν ἐν σκότει φω̃ς τοι̃ς εὐθέσιν ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος
5 χρηστὸς ἀνὴρ ὁ οἰκτίρων καὶ κιχρω̃ν οἰκονομήσει τοὺς λόγους αὐτου̃ ἐν κρίσει
6 ὅτι εἰς τὸν αἰω̃να οὐ σαλευθήσεται εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος
7 ἀπὸ ἀκοη̃ς πονηρα̃ς οὐ φοβηθήσεται ἑτοίμη ἡ καρδία αὐτου̃ ἐλπίζειν ἐπὶ κύριον
8 ἐστήρικται ἡ καρδία αὐτου̃ οὐ μὴ φοβηθη̨̃ ἕως οὑ̃ ἐπίδη̨ ἐπὶ τοὺς ἐχθροὺς αὐτου̃
9 ἐσκόρπισεν ἔδωκεν τοι̃ς πένησιν ἡ δικαιοσύνη αὐτου̃ μένει εἰς τὸν αἰω̃να του̃ αἰω̃νος τὸ κέρας αὐτου̃ ὑψωθήσεται ἐν δόξη̨
10 ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται τοὺς ὀδόντας αὐτου̃ βρύξει καὶ τακήσεται ἐπιθυμία ἁμαρτωλω̃ν ἀπολει̃ται
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.