ΨΑΛΜΟΙ,
ψαλμὀς 140
1 ψαλμὸς τω̨̃ Δαυιδ κύριε ἐκέκραξα πρὸς σέ εἰσάκουσόν μου πρόσχες τη̨̃ φωνη̨̃ τη̃ς δεήσεώς μου ἐν τω̨̃ κεκραγέναι με πρὸς σέ |
2 κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τω̃ν χειρω̃ν μου θυσία ἑσπερινή |
3 θου̃ κύριε φυλακὴν τω̨̃ στόματί μου καὶ θύραν περιοχη̃ς περὶ τὰ χείλη μου |
4 μὴ ἐκκλίνη̨ς τὴν καρδίαν μου εἰς λόγους πονηρίας του̃ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις σὺν ἀνθρώποις ἐργαζομένοις ἀνομίαν καὶ οὐ μὴ συνδυάσω μετὰ τω̃ν ἐκλεκτω̃ν αὐτω̃ν |
5 παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με ἔλαιον δὲ ἁμαρτωλου̃ μὴ λιπανάτω τὴν κεφαλήν μου ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ται̃ς εὐδοκίαις αὐτω̃ν |
6 κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτω̃ν ἀκούσονται τὰ ῥήματά μου ὅτι ἡδύνθησαν |
7 ὡσεὶ πάχος γη̃ς διερράγη ἐπὶ τη̃ς γη̃ς διεσκορπίσθη τὰ ὀστα̃ ἡμω̃ν παρὰ τὸν ἅ̨δην |
8 ὅτι πρὸς σέ κύριε κύριε οἱ ὀφθαλμοί μου ἐπὶ σὲ ἤλπισα μὴ ἀντανέλη̨ς τὴν ψυχήν μου |
9 φύλαξόν με ἀπὸ παγίδος ἡ̃ς συνεστήσαντό μοι καὶ ἀπὸ σκανδάλων τω̃ν ἐργαζομένων τὴν ἀνομίαν |
10 πεσου̃νται ἐν ἀμφιβλήστρω̨ αὐτου̃ ἁμαρτωλοί κατὰ μόνας εἰμὶ ἐγὼ ἕως οὑ̃ ἂν παρέλθω |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.