Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 146

1 αλληλουια Αγγαιου καὶ Ζαχαριου αἰνει̃τε τὸν κύριον ὅτι ἀγαθὸν ψαλμός τω̨̃ θεω̨̃ ἡμω̃ν ἡδυνθείη αἴνεσις
2 οἰκοδομω̃ν Ιερουσαλημ ὁ κύριος καὶ τὰς διασπορὰς του̃ Ισραηλ ἐπισυνάξει
3 ὁ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν καὶ δεσμεύων τὰ συντρίμματα αὐτω̃ν
4 ὁ ἀριθμω̃ν πλήθη ἄστρων καὶ πα̃σιν αὐτοι̃ς ὀνόματα καλω̃ν
5 μέγας ὁ κύριος ἡμω̃ν καὶ μεγάλη ἡ ἰσχὺς αὐτου̃ καὶ τη̃ς συνέσεως αὐτου̃ οὐκ ἔστιν ἀριθμός
6 ἀναλαμβάνων πραει̃ς ὁ κύριος ταπεινω̃ν δὲ ἁμαρτωλοὺς ἕως τη̃ς γη̃ς
7 ἐξάρξατε τω̨̃ κυρίω̨ ἐν ἐξομολογήσει ψάλατε τω̨̃ θεω̨̃ ἡμω̃ν ἐν κιθάρα̨
8 τω̨̃ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις τω̨̃ ἑτοιμάζοντι τη̨̃ γη̨̃ ὑετόν τω̨̃ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον καὶ χλόην τη̨̃ δουλεία̨ τω̃ν ἀνθρώπων
9 διδόντι τοι̃ς κτήνεσι τροφὴν αὐτω̃ν καὶ τοι̃ς νεοσσοι̃ς τω̃ν κοράκων τοι̃ς ἐπικαλουμένοις αὐτόν
10 οὐκ ἐν τη̨̃ δυναστεία̨ του̃ ἵππου θελήσει οὐδὲ ἐν ται̃ς κνήμαις του̃ ἀνδρὸς εὐδοκει̃
11 εὐδοκει̃ κύριος ἐν τοι̃ς φοβουμένοις αὐτὸν καὶ ἐν τοι̃ς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτου̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.