ΨΑΛΜΟΙ,
ψαλμὀς 6
1 εἰς τὸ τέλος ἐν ὕμνοις ὑπὲρ τη̃ς ὀγδόης ψαλμὸς τω̨̃ Δαυιδ |
2 κύριε μὴ τω̨̃ θυμω̨̃ σου ἐλέγξη̨ς με μηδὲ τη̨̃ ὀργη̨̃ σου παιδεύση̨ς με |
3 ἐλέησόν με κύριε ὅτι ἀσθενής εἰμι ἴασαί με κύριε ὅτι ἐταράχθη τὰ ὀστα̃ μου |
4 καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα καὶ σύ κύριε ἕως πότε |
5 ἐπίστρεψον κύριε ῥυ̃σαι τὴν ψυχήν μου σω̃σόν με ἕνεκεν του̃ ἐλέους σου |
6 ὅτι οὐκ ἔστιν ἐν τω̨̃ θανάτω̨ ὁ μνημονεύων σου ἐν δὲ τω̨̃ ἅ̨δη̨ τίς ἐξομολογήσεταί σοι |
7 ἐκοπίασα ἐν τω̨̃ στεναγμω̨̃ μου λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω |
8 ἐταράχθη ἀπὸ θυμου̃ ὁ ὀφθαλμός μου ἐπαλαιώθην ἐν πα̃σιν τοι̃ς ἐχθροι̃ς μου |
9 ἀπόστητε ἀπ' ἐμου̃ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ὅτι εἰσήκουσεν κύριος τη̃ς φωνη̃ς του̃ κλαυθμου̃ μου |
10 εἰσήκουσεν κύριος τη̃ς δεήσεώς μου κύριος τὴν προσευχήν μου προσεδέξατο |
11 αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου ἀποστραφείησαν καὶ καταισχυνθείησαν σφόδρα διὰ τάχους |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.