ΨΑΛΜΟΙ,
ψαλμὀς 7
1 ψαλμὸς τω̨̃ Δαυιδ ὃν ἠ̨̃σεν τω̨̃ κυρίω̨ ὑπὲρ τω̃ν λόγων Χουσι υἱου̃ Ιεμενι |
2 κύριε ὁ θεός μου ἐπὶ σοὶ ἤλπισα σω̃σόν με ἐκ πάντων τω̃ν διωκόντων με καὶ ῥυ̃σαί με |
3 μήποτε ἁρπάση̨ ὡς λέων τὴν ψυχήν μου μὴ ὄντος λυτρουμένου μηδὲ σώ̨ζοντος |
4 κύριε ὁ θεός μου εἰ ἐποίησα του̃το εἰ ἔστιν ἀδικία ἐν χερσίν μου |
5 εἰ ἀνταπέδωκα τοι̃ς ἀνταποδιδου̃σίν μοι κακά ἀποπέσοιν ἄρα ἀπὸ τω̃ν ἐχθρω̃ν μου κενός |
6 καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου καὶ καταλάβοι καὶ καταπατήσαι εἰς γη̃ν τὴν ζωήν μου καὶ τὴν δόξαν μου εἰς χου̃ν κατασκηνώσαι διάψαλμα |
7 ἀνάστηθι κύριε ἐν ὀργη̨̃ σου ὑψώθητι ἐν τοι̃ς πέρασι τω̃ν ἐχθρω̃ν μου ἐξεγέρθητι κύριε ὁ θεός μου ἐν προστάγματι ὡ̨̃ ἐνετείλω |
8 καὶ συναγωγὴ λαω̃ν κυκλώσει σε καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον |
9 κύριος κρινει̃ λαούς κρι̃νόν με κύριε κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ' ἐμοί |
10 συντελεσθήτω δὴ πονηρία ἁμαρτωλω̃ν καὶ κατευθυνει̃ς δίκαιον ἐτάζων καρδίας καὶ νεφροὺς ὁ θεός |
11 δικαία ἡ βοήθειά μου παρὰ του̃ θεου̃ του̃ σώ̨ζοντος τοὺς εὐθει̃ς τη̨̃ καρδία̨ |
12 ὁ θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν |
13 ἐὰν μὴ ἐπιστραφη̃τε τὴν ῥομφαίαν αὐτου̃ στιλβώσει τὸ τόξον αὐτου̃ ἐνέτεινεν καὶ ἡτοίμασεν αὐτὸ |
14 καὶ ἐν αὐτω̨̃ ἡτοίμασεν σκεύη θανάτου τὰ βέλη αὐτου̃ τοι̃ς καιομένοις ἐξειργάσατο |
15 ἰδοὺ ὠδίνησεν ἀδικίαν συνέλαβεν πόνον καὶ ἔτεκεν ἀνομίαν |
16 λάκκον ὤρυξεν καὶ ἀνέσκαψεν αὐτὸν καὶ ἐμπεσει̃ται εἰς βόθρον ὃν εἰργάσατο |
17 ἐπιστρέψει ὁ πόνος αὐτου̃ εἰς κεφαλὴν αὐτου̃ καὶ ἐπὶ κορυφὴν αὐτου̃ ἡ ἀδικία αὐτου̃ καταβήσεται |
18 ἐξομολογήσομαι κυρίω̨ κατὰ τὴν δικαιοσύνην αὐτου̃ καὶ ψαλω̃ τω̨̃ ὀνόματι κυρίου του̃ ὑψίστου |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.