ΨΑΛΜΟΙ,
ψαλμὀς 63
1 εἰς τὸ τέλος ψαλμὸς τω̨̃ Δαυιδ |
2 εἰσάκουσον ὁ θεός τη̃ς φωνη̃ς μου ἐν τω̨̃ δέεσθαί με ἀπὸ φόβου ἐχθρου̃ ἐξελου̃ τὴν ψυχήν μου |
3 ἐσκέπασάς με ἀπὸ συστροφη̃ς πονηρευομένων ἀπὸ πλήθους ἐργαζομένων τὴν ἀνομίαν |
4 οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτω̃ν ἐνέτειναν τόξον αὐτω̃ν πρα̃γμα πικρὸν |
5 του̃ κατατοξευ̃σαι ἐν ἀποκρύφοις ἄμωμον ἐξάπινα κατατοξεύσουσιν αὐτὸν καὶ οὐ φοβηθήσονται |
6 ἐκραταίωσαν ἑαυτοι̃ς λόγον πονηρόν διηγήσαντο του̃ κρύψαι παγίδας εἰ̃παν τίς ὄψεται αὐτούς |
7 ἐξηρεύνησαν ἀνομίας ἐξέλιπον ἐξερευνω̃ντες ἐξερευνήσει προσελεύσεται ἄνθρωπος καὶ καρδία βαθει̃α |
8 καὶ ὑψωθήσεται ὁ θεός βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτω̃ν |
9 καὶ ἐξησθένησαν ἐπ' αὐτοὺς αἱ γλω̃σσαι αὐτω̃ν ἐταράχθησαν πάντες οἱ θεωρου̃ντες αὐτούς |
10 καὶ ἐφοβήθη πα̃ς ἄνθρωπος καὶ ἀνήγγειλαν τὰ ἔργα του̃ θεου̃ καὶ τὰ ποιήματα αὐτου̃ συνη̃καν |
11 εὐφρανθήσεται δίκαιος ἐπὶ τω̨̃ κυρίω̨ καὶ ἐλπιει̃ ἐπ' αὐτόν καὶ ἐπαινεσθήσονται πάντες οἱ εὐθει̃ς τη̨̃ καρδία̨ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.