ΨΑΛΜΟΙ,
ψαλμὀς 64
1 εἰς τὸ τέλος ψαλμὸς τω̨̃ Δαυιδ ὠ̨δή Ιερεμιου καὶ Ιεζεκιηλ ἐκ του̃ λόγου τη̃ς παροικίας ὅτε ἔμελλον ἐκπορεύεσθαι |
2 σοὶ πρέπει ὕμνος ὁ θεός ἐν Σιων καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ιερουσαλημ |
3 εἰσάκουσον προσευχη̃ς μου πρὸς σὲ πα̃σα σὰρξ ἥξει |
4 λόγοι ἀνομιω̃ν ὑπερεδυνάμωσαν ἡμα̃ς καὶ τὰς ἀσεβείας ἡμω̃ν σὺ ἱλάση̨ |
5 μακάριος ὃν ἐξελέξω καὶ προσελάβου κατασκηνώσει ἐν ται̃ς αὐλαι̃ς σου πλησθησόμεθα ἐν τοι̃ς ἀγαθοι̃ς του̃ οἴκου σου ἅγιος ὁ ναός σου θαυμαστὸς ἐν δικαιοσύνη̨ |
6 ἐπάκουσον ἡμω̃ν ὁ θεὸς ὁ σωτὴρ ἡμω̃ν ἡ ἐλπὶς πάντων τω̃ν περάτων τη̃ς γη̃ς καὶ ἐν θαλάσση̨ μακράν |
7 ἑτοιμάζων ὄρη ἐν τη̨̃ ἰσχύι αὐτου̃ περιεζωσμένος ἐν δυναστεία̨ |
8 ὁ συνταράσσων τὸ κύτος τη̃ς θαλάσσης ἤχους κυμάτων αὐτη̃ς ταραχθήσονται τὰ ἔθνη |
9 καὶ φοβηθήσονται οἱ κατοικου̃ντες τὰ πέρατα ἀπὸ τω̃ν σημείων σου ἐξόδους πρωίας καὶ ἑσπέρας τέρψεις |
10 ἐπεσκέψω τὴν γη̃ν καὶ ἐμέθυσας αὐτήν ἐπλήθυνας του̃ πλουτίσαι αὐτήν ὁ ποταμὸς του̃ θεου̃ ἐπληρώθη ὑδάτων ἡτοίμασας τὴν τροφὴν αὐτω̃ν ὅτι οὕτως ἡ ἑτοιμασία σου |
11 τοὺς αὔλακας αὐτη̃ς μέθυσον πλήθυνον τὰ γενήματα αὐτη̃ς ἐν ται̃ς σταγόσιν αὐτη̃ς εὐφρανθήσεται ἀνατέλλουσα |
12 εὐλογήσεις τὸν στέφανον του̃ ἐνιαυτου̃ τη̃ς χρηστότητός σου καὶ τὰ πεδία σου πλησθήσονται πιότητος |
13 πιανθήσονται τὰ ὡραι̃α τη̃ς ἐρήμου καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται |
14 ἐνεδύσαντο οἱ κριοὶ τω̃ν προβάτων καὶ αἱ κοιλάδες πληθυνου̃σι σι̃τον κεκράξονται καὶ γὰρ ὑμνήσουσιν |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.