ΨΑΛΜΟΙ,
ψαλμὀς 65
1 εἰς τὸ τέλος ὠ̨δὴ ψαλμου̃ ἀναστάσεως ἀλαλάξατε τω̨̃ θεω̨̃ πα̃σα ἡ γη̃ |
2 ψάλατε δὴ τω̨̃ ὀνόματι αὐτου̃ δότε δόξαν αἰνέσει αὐτου̃ |
3 εἴπατε τω̨̃ θεω̨̃ ὡς φοβερὰ τὰ ἔργα σου ἐν τω̨̃ πλήθει τη̃ς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου |
4 πα̃σα ἡ γη̃ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι ψαλάτωσαν τω̨̃ ὀνόματί σου διάψαλμα |
5 δευ̃τε καὶ ἴδετε τὰ ἔργα του̃ θεου̃ φοβερὸς ἐν βουλαι̃ς ὑπὲρ τοὺς υἱοὺς τω̃ν ἀνθρώπων |
6 ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν ἐν ποταμω̨̃ διελεύσονται ποδί ἐκει̃ εὐφρανθησόμεθα ἐπ' αὐτω̨̃ |
7 τω̨̃ δεσπόζοντι ἐν τη̨̃ δυναστεία̨ αὐτου̃ του̃ αἰω̃νος οἱ ὀφθαλμοὶ αὐτου̃ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοι̃ς διάψαλμα |
8 εὐλογει̃τε ἔθνη τὸν θεὸν ἡμω̃ν καὶ ἀκουτίσασθε τὴν φωνὴν τη̃ς αἰνέσεως αὐτου̃ |
9 του̃ θεμένου τὴν ψυχήν μου εἰς ζωὴν καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου |
10 ὅτι ἐδοκίμασας ἡμα̃ς ὁ θεός ἐπύρωσας ἡμα̃ς ὡς πυρου̃ται τὸ ἀργύριον |
11 εἰσήγαγες ἡμα̃ς εἰς τὴν παγίδα ἔθου θλίψεις ἐπὶ τὸν νω̃τον ἡμω̃ν |
12 ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμω̃ν διήλθομεν διὰ πυρὸς καὶ ὕδατος καὶ ἐξήγαγες ἡμα̃ς εἰς ἀναψυχήν |
13 εἰσελεύσομαι εἰς τὸν οἰ̃κόν σου ἐν ὁλοκαυτώμασιν ἀποδώσω σοι τὰς εὐχάς μου |
14 ἃς διέστειλεν τὰ χείλη μου καὶ ἐλάλησεν τὸ στόμα μου ἐν τη̨̃ θλίψει μου |
15 ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι μετὰ θυμιάματος καὶ κριω̃ν ποιήσω σοι βόας μετὰ χιμάρων διάψαλμα |
16 δευ̃τε ἀκούσατε καὶ διηγήσομαι πάντες οἱ φοβούμενοι τὸν θεόν ὅσα ἐποίησεν τη̨̃ ψυχη̨̃ μου |
17 πρὸς αὐτὸν τω̨̃ στόματί μου ἐκέκραξα καὶ ὕψωσα ὑπὸ τὴν γλω̃σσάν μου |
18 ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδία̨ μου μὴ εἰσακουσάτω κύριος |
19 διὰ του̃το εἰσήκουσέν μου ὁ θεός προσέσχεν τη̨̃ φωνη̨̃ τη̃ς δεήσεώς μου |
20 εὐλογητὸς ὁ θεός ὃς οὐκ ἀπέστησεν τὴν προσευχήν μου καὶ τὸ ἔλεος αὐτου̃ ἀπ' ἐμου̃ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.