1 ἀποκάλυψις ’Ιησου̃ Χριστου̃ ἣν ἔδωκεν αὐτω̨̃ ὁ θεός δει̃ξαι τοι̃ς δούλοις αὐτου̃ ἃ δει̃ γενέσθαι ἐν τάχει καὶ ἐσήμανεν ἀποστείλας διὰ του̃ ἀγγέλου αὐτου̃ τω̨̃ δούλω̨ αὐτου̃ ’Ιωάννη̨ |
2 ὃς ἐμαρτύρησεν τòν λόγον του̃ θεου̃ καὶ τὴν μαρτυρίαν ’Ιησου̃ Χριστου̃ ὅσα εἰ̃δεν |
3 μακάριος ὁ ἀναγινώσκων καὶ οἱ ἀκούοντες τοὺς λόγους τη̃ς προφητείας καὶ τηρου̃ντες τὰ ἐν αὐτη̨̃ γεγραμμένα ὁ γὰρ καιρòς ἐγγύς |
4 ’Ιωάννης ται̃ς ἑπτὰ ἐκκλησίαις ται̃ς ἐν τη̨̃ ’Ασία̨ χάρις ὑμι̃ν καὶ εἰρήνη ἀπò ὁ ὢν καὶ ὁ ἠ̃ν καὶ ὁ ἐρχόμενος καὶ ἀπò τω̃ν ἑπτὰ πνευμάτων ἃ ἐνώπιον του̃ θρόνου αὐτου̃ |
5 καὶ ἀπò ’Ιησου̃ Χριστου̃ ὁ μάρτυς ὁ πιστός ὁ πρωτότοκος τω̃ν νεκρω̃ν καὶ ὁ ἄρχων τω̃ν βασιλέων τη̃ς γη̃ς τω̨̃ ἀγαπω̃ντι ἡμα̃ς καὶ λύσαντι ἡμα̃ς ἐκ τω̃ν ἁμαρτιω̃ν ἡμω̃ν ἐν τω̨̃ αἵματι αὐτου̃ |
6 καὶ ἐποίησεν ἡμα̃ς βασιλείαν ἱερει̃ς τω̨̃ θεω̨̃ καὶ πατρὶ αὐτου̃ αὐτω̨̃ ἡ δόξα καὶ τò κράτος εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων ἀμήν |
7 ἰδοὺ ἔρχεται μετὰ τω̃ν νεφελω̃ν καὶ ὄψεται αὐτòν πα̃ς ὀφθαλμòς καὶ οἵτινες αὐτòν ἐξεκέντησαν καὶ κόψονται ἐπ' αὐτòν πα̃σαι αἱ φυλαὶ τη̃ς γη̃ς ναί ἀμήν |
8 ἐγώ εἰμι τò ἄλφα καὶ τò ὠ̃ λέγει κύριος ὁ θεός ὁ ὢν καὶ ὁ ἠ̃ν καὶ ὁ ἐρχόμενος ὁ παντοκράτωρ |
9 ἐγὼ ’Ιωάννης ὁ ἀδελφòς ὑμω̃ν καὶ συγκοινωνòς ἐν τη̨̃ θλίψει καὶ βασιλεία̨ καὶ ὑπομονη̨̃ ἐν ’Ιησου̃ ἐγενόμην ἐν τη̨̃ νήσω̨ τη̨̃ καλουμένη̨ Πάτμω̨ διὰ τòν λόγον του̃ θεου̃ καὶ τὴν μαρτυρίαν ’Ιησου̃ |
10 ἐγενόμην ἐν πνεύματι ἐν τη̨̃ κυριακη̨̃ ἡμέρα̨ καὶ ἤκουσα ὀπίσω μου φωνὴν μεγάλην ὡς σάλπιγγος |
11 λεγούσης ὃ βλέπεις γράψον εἰς βιβλίον καὶ πέμψον ται̃ς ἑπτὰ ἐκκλησίαις εἰς ’Έφεσον καὶ εἰς Σμύρναν καὶ εἰς Πέργαμον καὶ εἰς Θυάτειρα καὶ εἰς Σάρδεις καὶ εἰς Φιλαδέλφειαν καὶ εἰς Λαοδίκειαν |
12 καὶ ἐπέστρεψα βλέπειν τὴν φωνὴν ἥτις ἐλάλει μετ' ἐμου̃ καὶ ἐπιστρέψας εἰ̃δον ἑπτὰ λυχνίας χρυσα̃ς |
13 καὶ ἐν μέσω̨ τω̃ν λυχνιω̃ν ὅμοιον υἱòν ἀνθρώπου ἐνδεδυμένον ποδήρη καὶ περιεζωσμένον πρòς τοι̃ς μαστοι̃ς ζώνην χρυσα̃ν |
14 ἡ δὲ κεφαλὴ αὐτου̃ καὶ αἱ τρίχες λευκαὶ ὡς ἔριον λευκόν ὡς χιών καὶ οἱ ὀφθαλμοὶ αὐτου̃ ὡς φλòξ πυρός |
15 καὶ οἱ πόδες αὐτου̃ ὅμοιοι χαλκολιβάνω̨ ὡς ἐν καμίνω̨ πεπυρωμένης καὶ ἡ φωνὴ αὐτου̃ ὡς φωνὴ ὑδάτων πολλω̃ν |
16 καὶ ἔχων ἐν τη̨̃ δεξια̨̃ χειρὶ αὐτου̃ ἀστέρας ἑπτά καὶ ἐκ του̃ στόματος αὐτου̃ ῥομφαία δίστομος ὀξει̃α ἐκπορευομένη καὶ ἡ ὄψις αὐτου̃ ὡς ὁ ἥλιος φαίνει ἐν τη̨̃ δυνάμει αὐτου̃ |
17 καὶ ὅτε εἰ̃δον αὐτόν ἔπεσα πρòς τοὺς πόδας αὐτου̃ ὡς νεκρός καὶ ἔθηκεν τὴν δεξιὰν αὐτου̃ ἐπ' ἐμὲ λέγων μὴ φοβου̃ ἐγώ εἰμι ὁ πρω̃τος καὶ ὁ ἔσχατος |
18 καὶ ὁ ζω̃ν καὶ ἐγενόμην νεκρòς καὶ ἰδοὺ ζω̃ν εἰμι εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων καὶ ἔχω τὰς κλει̃ς του̃ θανάτου καὶ του̃ ἅ̨δου |
19 γράψον οὐ̃ν ἃ εἰ̃δες καὶ ἃ εἰσὶν καὶ ἃ μέλλει γενέσθαι μετὰ ταυ̃τα |
20 τò μυστήριον τω̃ν ἑπτὰ ἀστέρων οὓς εἰ̃δες ἐπὶ τη̃ς δεξια̃ς μου καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσα̃ς οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τω̃ν ἑπτὰ ἐκκλησιω̃ν εἰσιν καὶ αἱ λυχνίαι αἱ ἑπτὰ ἑπτὰ ἐκκλησίαι εἰσίν |