Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ, κεφαλίς 2

διò ἀναπολόγητος εἰ̃ ὠ̃ ἄνθρωπε πα̃ς ὁ κρίνων ἐν ὡ̨̃ γὰρ κρίνεις τòν ἕτερον σεαυτòν κατακρίνεις τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων
οἴδαμεν δὲ ὅτι τò κρίμα του̃ θεου̃ ἐστιν κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαυ̃τα πράσσοντας
λογίζη̨ δὲ του̃το ὠ̃ ἄνθρωπε ὁ κρίνων τοὺς τὰ τοιαυ̃τα πράσσοντας καὶ ποιω̃ν αὐτά ὅτι σὺ ἐκφεύξη̨ τò κρίμα του̃ θεου̃
ἢ του̃ πλούτου τη̃ς χρηστότητος αὐτου̃ καὶ τη̃ς ἀνοχη̃ς καὶ τη̃ς μακροθυμίας καταφρονει̃ς ἀγνοω̃ν ὅτι τò χρηστòν του̃ θεου̃ εἰς μετάνοιάν σε ἄγει
κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτω̨̃ ὀργὴν ἐν ἡμέρα̨ ὀργη̃ς καὶ ἀποκαλύψεως δικαιοκρισίας του̃ θεου̃
ὃς ἀποδώσει ἑκάστω̨ κατὰ τὰ ἔργα αὐτου̃
τοι̃ς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθου̃ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητου̃σιν ζωὴν αἰώνιον
τοι̃ς δὲ ἐξ ἐριθείας καὶ ἀπειθου̃σι τη̨̃ ἀληθεία̨ πειθομένοις δὲ τη̨̃ ἀδικία̨ ὀργὴ καὶ θυμός
θλι̃ψις καὶ στενοχωρία ἐπὶ πα̃σαν ψυχὴν ἀνθρώπου του̃ κατεργαζομένου τò κακόν ’Ιουδαίου τε πρω̃τον καὶ ‘Έλληνος
10 δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τω̨̃ ἐργαζομένω̨ τò ἀγαθόν ’Ιουδαίω̨ τε πρω̃τον καὶ ‘Έλληνι
11 οὐ γάρ ἐστιν προσωπολημψία παρὰ τω̨̃ θεω̨̃
12 ὅσοι γὰρ ἀνόμως ἥμαρτον ἀνόμως καὶ ἀπολου̃νται καὶ ὅσοι ἐν νόμω̨ ἥμαρτον διὰ νόμου κριθήσονται
13 οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ τω̨̃ θεω̨̃ ἀλλ' οἱ ποιηταὶ νόμου δικαιωθήσονται
14 ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ του̃ νόμου ποιω̃σιν οὑ̃τοι νόμον μὴ ἔχοντες ἑαυτοι̃ς εἰσιν νόμος
15 οἵτινες ἐνδείκνυνται τò ἔργον του̃ νόμου γραπτòν ἐν ται̃ς καρδίαις αὐτω̃ν συμμαρτυρούσης αὐτω̃ν τη̃ς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τω̃ν λογισμω̃ν κατηγορούντων ἢ καὶ ἀπολογουμένων
16 ἐν ἡμέρα̨ ὅτε κρίνει ὁ θεòς τὰ κρυπτὰ τω̃ν ἀνθρώπων κατὰ τò εὐαγγέλιόν μου διὰ Χριστου̃ ’Ιησου̃
17 εἰ δὲ σὺ ’Ιουδαι̃ος ἐπονομάζη̨ καὶ ἐπαναπαύη̨ νόμω̨ καὶ καυχα̃σαι ἐν θεω̨̃
18 καὶ γινώσκεις τò θέλημα καὶ δοκιμάζεις τὰ διαφέροντα κατηχούμενος ἐκ του̃ νόμου
19 πέποιθάς τε σεαυτòν ὁδηγòν εἰ̃ναι τυφλω̃ν φω̃ς τω̃ν ἐν σκότει
20 παιδευτὴν ἀφρόνων διδάσκαλον νηπίων ἔχοντα τὴν μόρφωσιν τη̃ς γνώσεως καὶ τη̃ς ἀληθείας ἐν τω̨̃ νόμω̨
21 ὁ οὐ̃ν διδάσκων ἕτερον σεαυτòν οὐ διδάσκεις ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις
22 ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις ὁ βδελυσσόμενος τὰ εἴδωλα ἱεροσυλει̃ς
23 ὃς ἐν νόμω̨ καυχα̃σαι διὰ τη̃ς παραβάσεως του̃ νόμου τòν θεòν ἀτιμάζεις
24 τò γὰρ ὄνομα του̃ θεου̃ δι' ὑμα̃ς βλασφημει̃ται ἐν τοι̃ς ἔθνεσιν καθὼς γέγραπται
25 περιτομὴ μὲν γὰρ ὠφελει̃ ἐὰν νόμον πράσση̨ς ἐὰν δὲ παραβάτης νόμου ἠ̨̃ς ἡ περιτομή σου ἀκροβυστία γέγονεν
26 ἐὰν οὐ̃ν ἡ ἀκροβυστία τὰ δικαιώματα του̃ νόμου φυλάσση̨ οὐχ ἡ ἀκροβυστία αὐτου̃ εἰς περιτομὴν λογισθήσεται
27 καὶ κρινει̃ ἡ ἐκ φύσεως ἀκροβυστία τòν νόμον τελου̃σα σὲ τòν διὰ γράμματος καὶ περιτομη̃ς παραβάτην νόμου
28 οὐ γὰρ ὁ ἐν τω̨̃ φανερω̨̃ ’Ιουδαι̃ός ἐστιν οὐδὲ ἡ ἐν τω̨̃ φανερω̨̃ ἐν σαρκὶ περιτομή
29 ἀλλ' ὁ ἐν τω̨̃ κρυπτω̨̃ ’Ιουδαι̃ος καὶ περιτομὴ καρδίας ἐν πνεύματι οὐ γράμματι οὑ̃ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ' ἐκ του̃ θεου̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.