1 καὶ ἐξήγαγεν ἐξ αὐτου̃ ἄνδρα ἐλέους εὑρίσκοντα χάριν ἐν ὀφθαλμοι̃ς πάσης σαρκὸς ἠγαπημένον ὑπὸ θεου̃ καὶ ἀνθρώπων Μωυση̃ν οὑ̃ τὸ μνημόσυνον ἐν εὐλογίαις |
2 ὡμοίωσεν αὐτὸν δόξη̨ ἁγίων καὶ ἐμεγάλυνεν αὐτὸν ἐν φόβοις ἐχθρω̃ν |
3 ἐν λόγοις αὐτου̃ σημει̃α κατέπαυσεν ἐδόξασεν αὐτὸν κατὰ πρόσωπον βασιλέων ἐνετείλατο αὐτω̨̃ πρὸς λαὸν αὐτου̃ καὶ ἔδειξεν αὐτω̨̃ τη̃ς δόξης αὐτου̃ |
4 ἐν πίστει καὶ πραΰτητι αὐτὸν ἡγίασεν ἐξελέξατο αὐτὸν ἐκ πάσης σαρκός |
5 ἠκούτισεν αὐτὸν τη̃ς φωνη̃ς αὐτου̃ καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν γνόφον καὶ ἔδωκεν αὐτω̨̃ κατὰ πρόσωπον ἐντολάς νόμον ζωη̃ς καὶ ἐπιστήμης διδάξαι τὸν Ιακωβ διαθήκην καὶ κρίματα αὐτου̃ τὸν Ισραηλ |
6 Ααρων ὕψωσεν ἅγιον ὅμοιον αὐτω̨̃ ἀδελφὸν αὐτου̃ ἐκ φυλη̃ς Λευι |
7 ἔστησεν αὐτὸν διαθήκην αἰω̃νος καὶ ἔδωκεν αὐτω̨̃ ἱερατείαν λαου̃ ἐμακάρισεν αὐτὸν ἐν εὐκοσμία̨ καὶ περιέζωσεν αὐτὸν περιστολὴν δόξης |
8 ἐνέδυσεν αὐτὸν συντέλειαν καυχήματος καὶ ἐστερέωσεν αὐτὸν σκεύεσιν ἰσχύος περισκελη̃ καὶ ποδήρη καὶ ἐπωμίδα |
9 καὶ ἐκύκλωσεν αὐτὸν ῥοΐσκοις χρυσοι̃ς κώδωσιν πλείστοις κυκλόθεν ἠχη̃σαι φωνὴν ἐν βήμασιν αὐτου̃ ἀκουστὸν ποιη̃σαι ἠ̃χον ἐν ναω̨̃ εἰς μνημόσυνον υἱοι̃ς λαου̃ αὐτου̃ |
10 στολη̨̃ ἁγία̨ χρυσω̨̃ καὶ ὑακίνθω̨ καὶ πορφύρα̨ ἔργω̨ ποικιλτου̃ λογείω̨ κρίσεως δήλοις ἀληθείας κεκλωσμένη̨ κόκκω̨ ἔργω̨ τεχνίτου |
11 λίθοις πολυτελέσιν γλύμματος σφραγι̃δος ἐν δέσει χρυσίου ἔργω̨ λιθουργου̃ εἰς μνημόσυνον ἐν γραφη̨̃ κεκολαμμένη̨ κατ' ἀριθμὸν φυλω̃ν Ισραηλ |
12 στέφανον χρυσου̃ν ἐπάνω κιδάρεως ἐκτύπωμα σφραγι̃δος ἁγιάσματος καύχημα τιμη̃ς ἔργον ἰσχύος ἐπιθυμήματα ὀφθαλμω̃ν κοσμούμενα |
13 ὡραι̃α πρὸ αὐτου̃ οὐ γέγονεν τοιαυ̃τα ἕως αἰω̃νος οὐκ ἐνεδύσατο ἀλλογενὴς πλὴν τω̃ν υἱω̃ν αὐτου̃ μόνον καὶ τὰ ἔκγονα αὐτου̃ διὰ παντός |
14 θυσίαι αὐτου̃ ὁλοκαρπωθήσονται καθ' ἡμέραν ἐνδελεχω̃ς δίς |
15 ἐπλήρωσεν Μωυση̃ς τὰς χει̃ρας καὶ ἔχρισεν αὐτὸν ἐν ἐλαίω̨ ἁγίω̨ ἐγενήθη αὐτω̨̃ εἰς διαθήκην αἰω̃νος καὶ τω̨̃ σπέρματι αὐτου̃ ἐν ἡμέραις οὐρανου̃ λειτουργει̃ν αὐτω̨̃ ἅμα καὶ ἱερατεύειν καὶ εὐλογει̃ν τὸν λαὸν αὐτου̃ ἐν τω̨̃ ὀνόματι |
16 ἐξελέξατο αὐτὸν ἀπὸ παντὸς ζω̃ντος προσαγαγει̃ν κάρπωσιν κυρίω̨ θυμίαμα καὶ εὐωδίαν εἰς μνημόσυνον ἐξιλάσκεσθαι περὶ του̃ λαου̃ σου |
17 ἔδωκεν αὐτω̨̃ ἐν ἐντολαι̃ς αὐτου̃ ἐξουσίαν ἐν διαθήκαις κριμάτων διδάξαι τὸν Ιακωβ τὰ μαρτύρια καὶ ἐν νόμω̨ αὐτου̃ φωτίσαι Ισραηλ |
18 ἐπισυνέστησαν αὐτω̨̃ ἀλλότριοι καὶ ἐζήλωσαν αὐτὸν ἐν τη̨̃ ἐρήμω̨ ἄνδρες οἱ περὶ Δαθαν καὶ Αβιρων καὶ ἡ συναγωγὴ Κορε ἐν θυμω̨̃ καὶ ὀργη̨̃ |
19 εἰ̃δεν κύριος καὶ οὐκ εὐδόκησεν καὶ συνετελέσθησαν ἐν θυμω̨̃ ὀργη̃ς ἐποίησεν αὐτοι̃ς τέρατα καταναλω̃σαι ἐν πυρὶ φλογὸς αὐτου̃ |
20 καὶ προσέθηκεν Ααρων δόξαν καὶ ἔδωκεν αὐτω̨̃ κληρονομίαν ἀπαρχὰς πρωτογενημάτων ἐμέρισεν αὐτω̨̃ ἄρτον πρώτοις ἡτοίμασεν πλησμονήν |
21 καὶ γὰρ θυσίας κυρίου φάγονται ἃς ἔδωκεν αὐτω̨̃ τε καὶ τω̨̃ σπέρματι αὐτου̃ |
22 πλὴν ἐν γη̨̃ λαου̃ οὐ κληρονομήσει καὶ μερὶς οὐκ ἔστιν αὐτω̨̃ ἐν λαω̨̃ αὐτὸς γὰρ μερίς σου καὶ κληρονομία |
23 καὶ Φινεες υἱὸς Ελεαζαρ τρίτος εἰς δόξαν ἐν τω̨̃ ζηλω̃σαι αὐτὸν ἐν φόβω̨ κυρίου καὶ στη̃ναι αὐτὸν ἐν τροπη̨̃ λαου̃ ἐν ἀγαθότητι προθυμίας ψυχη̃ς αὐτου̃ καὶ ἐξιλάσατο περὶ του̃ Ισραηλ |
24 διὰ του̃το ἐστάθη αὐτω̨̃ διαθήκη εἰρήνης προστατει̃ν ἁγίων καὶ λαου̃ αὐτου̃ ἵνα αὐτω̨̃ ἠ̨̃ καὶ τω̨̃ σπέρματι αὐτου̃ ἱερωσύνης μεγαλει̃ον εἰς τοὺς αἰω̃νας |
25 καὶ διαθήκη τω̨̃ Δαυιδ υἱω̨̃ Ιεσσαι ἐκ φυλη̃ς Ιουδα κληρονομία βασιλέως υἱου̃ ἐξ υἱου̃ μόνου κληρονομία Ααρων καὶ τω̨̃ σπέρματι αὐτου̃ |
26 δώ̨η ὑμι̃ν σοφίαν ἐν καρδία̨ ὑμω̃ν κρίνειν τὸν λαὸν αὐτου̃ ἐν δικαιοσύνη̨ ἵνα μὴ ἀφανισθη̨̃ τὰ ἀγαθὰ αὐτω̃ν καὶ τὴν δόξαν αὐτω̃ν εἰς γενεὰς αὐτω̃ν |