ΣΟΦΟΝΙΑΣ,
κεφαλίς 2
1 συνάχθητε καὶ συνδέθητε τὸ ἔθνος τὸ ἀπαίδευτον |
2 πρὸ του̃ γενέσθαι ὑμα̃ς ὡς ἄνθος παραπορευόμενον πρὸ του̃ ἐπελθει̃ν ἐφ' ὑμα̃ς ὀργὴν κυρίου πρὸ του̃ ἐπελθει̃ν ἐφ' ὑμα̃ς ἡμέραν θυμου̃ κυρίου |
3 ζητήσατε τὸν κύριον πάντες ταπεινοὶ γη̃ς κρίμα ἐργάζεσθε καὶ δικαιοσύνην ζητήσατε καὶ ἀποκρίνεσθε αὐτά ὅπως σκεπασθη̃τε ἐν ἡμέρα̨ ὀργη̃ς κυρίου |
4 διότι Γάζα διηρπασμένη ἔσται καὶ 'Ασκαλὼν ἔσται εἰς ἀφανισμόν καὶ 'Άζωτος μεσημβρίας ἐκριφήσεται καὶ Ακκαρων ἐκριζωθήσεται |
5 οὐαὶ οἱ κατοικου̃ντες τὸ σχοίνισμα τη̃ς θαλάσσης πάροικοι Κρητω̃ν λόγος κυρίου ἐφ' ὑμα̃ς Χανααν γη̃ ἀλλοφύλων καὶ ἀπολω̃ ὑμα̃ς ἐκ κατοικίας |
6 καὶ ἔσται Κρήτη νομὴ ποιμνίων καὶ μάνδρα προβάτων |
7 καὶ ἔσται τὸ σχοίνισμα τη̃ς θαλάσσης τοι̃ς καταλοίποις οἴκου Ιουδα ἐπ' αὐτοὺς νεμήσονται ἐν τοι̃ς οἴκοις 'Ασκαλω̃νος δείλης καταλύσουσιν ἀπὸ προσώπου υἱω̃ν Ιουδα ὅτι ἐπέσκεπται αὐτοὺς κύριος ὁ θεὸς αὐτω̃ν καὶ ἀπέστρεψε τὴν αἰχμαλωσίαν αὐτω̃ν |
8 ἤκουσα ὀνειδισμοὺς Μωαβ καὶ κονδυλισμοὺς υἱω̃ν Αμμων ἐν οἱ̃ς ὠνείδιζον τὸν λαόν μου καὶ ἐμεγαλύνοντο ἐπὶ τὰ ὅριά μου |
9 διὰ του̃το ζω̃ ἐγώ λέγει κύριος τω̃ν δυνάμεων ὁ θεὸς Ισραηλ διότι Μωαβ ὡς Σοδομα ἔσται καὶ οἱ υἱοὶ Αμμων ὡς Γομορρα καὶ Δαμασκὸς ἐκλελειμμένη ὡς θιμωνιὰ ἅλωνος καὶ ἠφανισμένη εἰς τὸν αἰω̃να καὶ οἱ κατάλοιποι λαου̃ μου διαρπω̃νται αὐτούς καὶ οἱ κατάλοιποι ἔθνους μου κληρονομήσουσιν αὐτούς |
10 αὕτη αὐτοι̃ς ἀντὶ τη̃ς ὕβρεως αὐτω̃ν διότι ὠνείδισαν καὶ ἐμεγαλύνθησαν ἐπὶ τὸν κύριον τὸν παντοκράτορα |
11 ἐπιφανήσεται κύριος ἐπ' αὐτοὺς καὶ ἐξολεθρεύσει πάντας τοὺς θεοὺς τω̃ν ἐθνω̃ν τη̃ς γη̃ς καὶ προσκυνήσουσιν αὐτω̨̃ ἕκαστος ἐκ του̃ τόπου αὐτου̃ πα̃σαι αἱ νη̃σοι τω̃ν ἐθνω̃ν |
12 καὶ ὑμει̃ς Αἰθίοπες τραυματίαι ῥομφαίας μού ἐστε |
13 καὶ ἐκτενει̃ τὴν χει̃ρα αὐτου̃ ἐπὶ βορρα̃ν καὶ ἀπολει̃ τὸν 'Ασσύριον καὶ θήσει τὴν Νινευη εἰς ἀφανισμὸν ἄνυδρον ὡς ἔρημον |
14 καὶ νεμήσονται ἐν μέσω̨ αὐτη̃ς ποίμνια καὶ πάντα τὰ θηρία τη̃ς γη̃ς καὶ χαμαιλέοντες καὶ ἐχι̃νοι ἐν τοι̃ς φατνώμασιν αὐτη̃ς κοιτασθήσονται καὶ θηρία φωνήσει ἐν τοι̃ς διορύγμασιν αὐτη̃ς κόρακες ἐν τοι̃ς πυλω̃σιν αὐτη̃ς διότι κέδρος τὸ ἀνάστημα αὐτη̃ς |
15 αὕτη ἡ πόλις ἡ φαυλίστρια ἡ κατοικου̃σα ἐπ' ἐλπίδι ἡ λέγουσα ἐν καρδία̨ αὐτη̃ς ἐγώ εἰμι καὶ οὐκ ἔστιν μετ' ἐμὲ ἔτι πω̃ς ἐγενήθη εἰς ἀφανισμόν νομὴ θηρίων πα̃ς ὁ διαπορευόμενος δι' αὐτη̃ς συριει̃ καὶ κινήσει τὰς χει̃ρας αὐτου̃ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.