1 διὰ του̃το δι' ὁμοίων ἐκολάσθησαν ἀξίως καὶ διὰ πλήθους κνωδάλων ἐβασανίσθησαν |
2 ἀνθ' ἡ̃ς κολάσεως εὐεργετήσας τὸν λαόν σου εἰς ἐπιθυμίαν ὀρέξεως ξένην γευ̃σιν τροφὴν ἡτοίμασας ὀρτυγομήτραν |
3 ἵνα ἐκει̃νοι μὲν ἐπιθυμου̃ντες τροφὴν διὰ τὴν εἰδέχθειαν τω̃ν ἐπαπεσταλμένων καὶ τὴν ἀναγκαίαν ὄρεξιν ἀποστρέφωνται αὐτοὶ δὲ ἐπ' ὀλίγον ἐνδεει̃ς γενόμενοι καὶ ξένης μετάσχωσι γεύσεως |
4 ἔδει γὰρ ἐκείνοις μὲν ἀπαραίτητον ἔνδειαν ἐπελθει̃ν τυραννου̃σιν τούτοις δὲ μόνον δειχθη̃ναι πω̃ς οἱ ἐχθροὶ αὐτω̃ν ἐβασανίζοντο |
5 καὶ γὰρ ὅτε αὐτοι̃ς δεινὸς ἐπη̃λθεν θηρίων θυμὸς δήγμασίν τε σκολιω̃ν διεφθείροντο ὄφεων οὐ μέχρι τέλους ἔμεινεν ἡ ὀργή σου |
6 εἰς νουθεσίαν δὲ πρὸς ὀλίγον ἐταράχθησαν σύμβολον ἔχοντες σωτηρίας εἰς ἀνάμνησιν ἐντολη̃ς νόμου σου |
7 ὁ γὰρ ἐπιστραφεὶς οὐ διὰ τὸ θεωρούμενον ἐσώ̨ζετο ἀλλὰ διὰ σὲ τὸν πάντων σωτη̃ρα |
8 καὶ ἐν τούτω̨ δὲ ἔπεισας τοὺς ἐχθροὺς ἡμω̃ν ὅτι σὺ εἰ̃ ὁ ῥυόμενος ἐκ παντὸς κακου̃ |
9 οὓς μὲν γὰρ ἀκρίδων καὶ μυιω̃ν ἀπέκτεινεν δήγματα καὶ οὐχ εὑρέθη ἴαμα τη̨̃ ψυχη̨̃ αὐτω̃ν ὅτι ἄξιοι ἠ̃σαν ὑπὸ τοιούτων κολασθη̃ναι |
10 τοὺς δὲ υἱούς σου οὐδὲ ἰοβόλων δρακόντων ἐνίκησαν ὀδόντες τὸ ἔλεος γάρ σου ἀντιπαρη̃λθεν καὶ ἰάσατο αὐτούς |
11 εἰς γὰρ ὑπόμνησιν τω̃ν λογίων σου ἐνεκεντρίζοντο καὶ ὀξέως διεσώ̨ζοντο ἵνα μὴ εἰς βαθει̃αν ἐμπεσόντες λήθην ἀπερίσπαστοι γένωνται τη̃ς ση̃ς εὐεργεσίας |
12 καὶ γὰρ οὔτε βοτάνη οὔτε μάλαγμα ἐθεράπευσεν αὐτούς ἀλλὰ ὁ σός κύριε λόγος ὁ πάντας ἰώμενος |
13 σὺ γὰρ ζωη̃ς καὶ θανάτου ἐξουσίαν ἔχεις καὶ κατάγεις εἰς πύλας ἅ̨δου καὶ ἀνάγεις |
14 ἄνθρωπος δὲ ἀποκτέννει μὲν τη̨̃ κακία̨ αὐτου̃ ἐξελθὸν δὲ πνευ̃μα οὐκ ἀναστρέφει οὐδὲ ἀναλύει ψυχὴν παραλημφθει̃σαν |
15 τὴν δὲ σὴν χει̃ρα φυγει̃ν ἀδύνατόν ἐστιν |
16 ἀρνούμενοι γάρ σε εἰδέναι ἀσεβει̃ς ἐν ἰσχύι βραχίονός σου ἐμαστιγώθησαν ξένοις ὑετοι̃ς καὶ χαλάζαις καὶ ὄμβροις διωκόμενοι ἀπαραιτήτοις καὶ πυρὶ καταναλισκόμενοι |
17 τὸ γὰρ παραδοξότατον ἐν τω̨̃ πάντα σβεννύντι ὕδατι πλει̃ον ἐνήργει τὸ πυ̃ρ ὑπέρμαχος γὰρ ὁ κόσμος ἐστὶν δικαίων |
18 ποτὲ μὲν γὰρ ἡμερου̃το φλόξ ἵνα μὴ καταφλέξη̨ τὰ ἐπ' ἀσεβει̃ς ἀπεσταλμένα ζω̨̃α ἀλλ' αὐτοὶ βλέποντες εἰδω̃σιν ὅτι θεου̃ κρίσει ἐλαύνονται |
19 ποτὲ δὲ καὶ μεταξὺ ὕδατος ὑπὲρ τὴν πυρὸς δύναμιν φλέγει ἵνα ἀδίκου γη̃ς γενήματα διαφθείρη̨ |
20 ἀνθ' ὡ̃ν ἀγγέλων τροφὴν ἐψώμισας τὸν λαόν σου καὶ ἕτοιμον ἄρτον ἀπ' οὐρανου̃ παρέσχες αὐτοι̃ς ἀκοπιάτως πα̃σαν ἡδονὴν ἰσχύοντα καὶ πρὸς πα̃σαν ἁρμόνιον γευ̃σιν |
21 ἡ μὲν γὰρ ὑπόστασίς σου τὴν σὴν πρὸς τέκνα ἐνεφάνιζεν γλυκύτητα τη̨̃ δὲ του̃ προσφερομένου ἐπιθυμία̨ ὑπηρετω̃ν πρὸς ὅ τις ἐβούλετο μετεκιρνα̃το |
22 χιὼν δὲ καὶ κρύσταλλος ὑπέμεινε πυ̃ρ καὶ οὐκ ἐτήκετο ἵνα γνω̃σιν ὅτι τοὺς τω̃ν ἐχθρω̃ν καρποὺς κατέφθειρε πυ̃ρ φλεγόμενον ἐν τη̨̃ χαλάζη̨ καὶ ἐν τοι̃ς ὑετοι̃ς διαστράπτον |
23 του̃το πάλιν δ' ἵνα τραφω̃σιν δίκαιοι καὶ τη̃ς ἰδίας ἐπιλέλησται δυνάμεως |
24 ἡ γὰρ κτίσις σοὶ τω̨̃ ποιήσαντι ὑπηρετου̃σα ἐπιτείνεται εἰς κόλασιν κατὰ τω̃ν ἀδίκων καὶ ἀνίεται εἰς εὐεργεσίαν ὑπὲρ τω̃ν ἐπὶ σοὶ πεποιθότων |
25 διὰ του̃το καὶ τότε εἰς πάντα μεταλλευομένη τη̨̃ παντοτρόφω̨ σου δωρεα̨̃ ὑπηρέτει πρὸς τὴν τω̃ν δεομένων θέλησιν |
26 ἵνα μάθωσιν οἱ υἱοί σου οὓς ἠγάπησας κύριε ὅτι οὐχ αἱ γενέσεις τω̃ν καρπω̃ν τρέφουσιν ἄνθρωπον ἀλλὰ τὸ ῥη̃μά σου τοὺς σοὶ πιστεύοντας διατηρει̃ |
27 τὸ γὰρ ὑπὸ πυρὸς μὴ φθειρόμενον ἁπλω̃ς ὑπὸ βραχείας ἀκτι̃νος ἡλίου θερμαινόμενον ἐτήκετο |
28 ὅπως γνωστὸν ἠ̨̃ ὅτι δει̃ φθάνειν τὸν ἥλιον ἐπ' εὐχαριστίαν σου καὶ πρὸς ἀνατολὴν φωτὸς ἐντυγχάνειν σοι |
29 ἀχαρίστου γὰρ ἐλπὶς ὡς χειμέριος πάχνη τακήσεται καὶ ῥυήσεται ὡς ὕδωρ ἄχρηστον |