1 μεγάλαι γάρ σου αἱ κρίσεις καὶ δυσδιήγητοι διὰ του̃το ἀπαίδευτοι ψυχαὶ ἐπλανήθησαν |
2 ὑπειληφότες γὰρ καταδυναστεύειν ἔθνος ἅγιον ἄνομοι δέσμιοι σκότους καὶ μακρα̃ς πεδη̃ται νυκτὸς κατακλεισθέντες ὀρόφοις φυγάδες τη̃ς αἰωνίου προνοίας ἔκειντο |
3 λανθάνειν γὰρ νομίζοντες ἐπὶ κρυφαίοις ἁμαρτήμασιν ἀφεγγει̃ λήθης παρακαλύμματι ἐσκορπίσθησαν θαμβούμενοι δεινω̃ς καὶ ἰνδάλμασιν ἐκταρασσόμενοι |
4 οὐδὲ γὰρ ὁ κατέχων αὐτοὺς μυχὸς ἀφόβους διεφύλαττεν ἠ̃χοι δ' ἐκταράσσοντες αὐτοὺς περιεκόμπουν καὶ φάσματα ἀμειδήτοις κατηφη̃ προσώποις ἐνεφανίζετο |
5 καὶ πυρὸς μὲν οὐδεμία βία κατίσχυεν φωτίζειν οὔτε ἄστρων ἔκλαμπροι φλόγες καταυγάζειν ὑπέμενον τὴν στυγνὴν ἐκείνην νύκτα |
6 διεφαίνετο δ' αὐτοι̃ς μόνον αὐτομάτη πυρὰ φόβου πλήρης ἐκδειματούμενοι δὲ τη̃ς μὴ θεωρουμένης ἐκείνης ὄψεως ἡγου̃ντο χείρω τὰ βλεπόμενα |
7 μαγικη̃ς δὲ ἐμπαίγματα κατέκειτο τέχνης καὶ τη̃ς ἐπὶ φρονήσει ἀλαζονείας ἔλεγχος ἐφύβριστος |
8 οἱ γὰρ ὑπισχνούμενοι δείματα καὶ ταραχὰς ἀπελαύνειν ψυχη̃ς νοσούσης οὑ̃τοι καταγέλαστον εὐλάβειαν ἐνόσουν |
9 καὶ γὰρ εἰ μηδὲν αὐτοὺς ταραχω̃δες ἐφόβει κνωδάλων παρόδοις καὶ ἑρπετω̃ν συριγμοι̃ς ἐκσεσοβημένοι διώλλυντο ἔντρομοι καὶ τὸν μηδαμόθεν φευκτὸν ἀέρα προσιδει̃ν ἀρνούμενοι |
10 δειλὸν γὰρ ἰδίω̨ πονηρία μάρτυρι καταδικαζομένη ἀεὶ δὲ προσείληφεν τὰ χαλεπὰ συνεχομένη τη̨̃ συνειδήσει |
11 οὐθὲν γάρ ἐστιν φόβος εἰ μὴ προδοσία τω̃ν ἀπὸ λογισμου̃ βοηθημάτων |
12 ἔνδοθεν δὲ οὐ̃σα ἥττων ἡ προσδοκία πλείονα λογίζεται τὴν ἄγνοιαν τη̃ς παρεχούσης τὴν βάσανον αἰτίας |
13 οἱ δὲ τὴν ἀδύνατον ὄντως νύκτα καὶ ἐξ ἀδυνάτου ἅ̨δου μυχω̃ν ἐπελθου̃σαν τὸν αὐτὸν ὕπνον κοιμώμενοι |
14 τὰ μὲν τέρασιν ἠλαύνοντο φαντασμάτων τὰ δὲ τη̃ς ψυχη̃ς παρελύοντο προδοσία̨ αἰφνίδιος γὰρ αὐτοι̃ς καὶ ἀπροσδόκητος φόβος ἐπεχύθη |
15 εἰ̃θ' οὕτως ὃς δή ποτ' οὐ̃ν ἠ̃ν ἐκει̃ καταπίπτων ἐφρουρει̃το εἰς τὴν ἀσίδηρον εἱρκτὴν κατακλεισθείς |
16 εἴ τε γὰρ γεωργὸς ἠ̃ν τις ἢ ποιμὴν ἢ τω̃ν κατ' ἐρημίαν ἐργάτης μόχθων προλημφθεὶς τὴν δυσάλυκτον ἔμενεν ἀνάγκην μια̨̃ γὰρ ἁλύσει σκότους πάντες ἐδέθησαν |
17 εἴ τε πνευ̃μα συρίζον ἢ περὶ ἀμφιλαφει̃ς κλάδους ὀρνέων ἠ̃χος εὐμελὴς ἢ ῥυθμὸς ὕδατος πορευομένου βία̨ ἢ κτύπος ἀπηνὴς καταρριπτομένων πετρω̃ν |
18 ἢ σκιρτώντων ζώ̨ων δρόμος ἀθεώρητος ἢ ὠρυομένων ἀπηνεστάτων θηρίων φωνὴ ἢ ἀντανακλωμένη ἐκ κοιλότητος ὀρέων ἠχώ παρέλυεν αὐτοὺς ἐκφοβου̃ντα |
19 ὅλος γὰρ ὁ κόσμος λαμπρω̨̃ κατελάμπετο φωτὶ καὶ ἀνεμποδίστοις συνείχετο ἔργοις |
20 μόνοις δὲ ἐκείνοις ἐπετέτατο βαρει̃α νὺξ εἰκὼν του̃ μέλλοντος αὐτοὺς διαδέχεσθαι σκότους ἑαυτοι̃ς δὲ ἠ̃σαν βαρύτεροι σκότους |