1 κρείσσων ἀτεκνία μετὰ ἀρετη̃ς ἀθανασία γάρ ἐστιν ἐν μνήμη̨ αὐτη̃ς ὅτι καὶ παρὰ θεω̨̃ γινώσκεται καὶ παρὰ ἀνθρώποις |
2 παρου̃σάν τε μιμου̃νται αὐτὴν καὶ ποθου̃σιν ἀπελθου̃σαν καὶ ἐν τω̨̃ αἰω̃νι στεφανηφορου̃σα πομπεύει τὸν τω̃ν ἀμιάντων ἄθλων ἀγω̃να νικήσασα |
3 πολύγονον δὲ ἀσεβω̃ν πλη̃θος οὐ χρησιμεύσει καὶ ἐκ νόθων μοσχευμάτων οὐ δώσει ῥίζαν εἰς βάθος οὐδὲ ἀσφαλη̃ βάσιν ἑδράσει |
4 κἂν γὰρ ἐν κλάδοις πρὸς καιρὸν ἀναθάλη̨ ἐπισφαλω̃ς βεβηκότα ὑπὸ ἀνέμου σαλευθήσεται καὶ ὑπὸ βίας ἀνέμων ἐκριζωθήσεται |
5 περικλασθήσονται κλω̃νες ἀτέλεστοι καὶ ὁ καρπὸς αὐτω̃ν ἄχρηστος ἄωρος εἰς βρω̃σιν καὶ εἰς οὐθὲν ἐπιτήδειος |
6 ἐκ γὰρ ἀνόμων ὕπνων τέκνα γεννώμενα μάρτυρές εἰσιν πονηρίας κατὰ γονέων ἐν ἐξετασμω̨̃ αὐτω̃ν |
7 δίκαιος δὲ ἐὰν φθάση̨ τελευτη̃σαι ἐν ἀναπαύσει ἔσται |
8 γη̃ρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμω̨̃ ἐτω̃ν μεμέτρηται |
9 πολιὰ δέ ἐστιν φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος |
10 εὐάρεστος θεω̨̃ γενόμενος ἠγαπήθη καὶ ζω̃ν μεταξὺ ἁμαρτωλω̃ν μετετέθη |
11 ἡρπάγη μὴ κακία ἀλλάξη̨ σύνεσιν αὐτου̃ ἢ δόλος ἀπατήση̨ ψυχὴν αὐτου̃ |
12 βασκανία γὰρ φαυλότητος ἀμαυροι̃ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νου̃ν ἄκακον |
13 τελειωθεὶς ἐν ὀλίγω̨ ἐπλήρωσεν χρόνους μακρούς |
14 ἀρεστὴ γὰρ ἠ̃ν κυρίω̨ ἡ ψυχὴ αὐτου̃ διὰ του̃το ἔσπευσεν ἐκ μέσου πονηρίας οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες μηδὲ θέντες ἐπὶ διανοία̨ τὸ τοιου̃το |
15 ὅτι χάρις καὶ ἔλεος ἐν τοι̃ς ἐκλεκτοι̃ς αὐτου̃ καὶ ἐπισκοπὴ ἐν τοι̃ς ὁσίοις αὐτου̃ |
16 κατακρινει̃ δὲ δίκαιος καμὼν τοὺς ζω̃ντας ἀσεβει̃ς καὶ νεότης τελεσθει̃σα ταχέως πολυετὲς γη̃ρας ἀδίκου |
17 ὄψονται γὰρ τελευτὴν σοφου̃ καὶ οὐ νοήσουσιν τί ἐβουλεύσατο περὶ αὐτου̃ καὶ εἰς τί ἠσφαλίσατο αὐτὸν ὁ κύριος |
18 ὄψονται καὶ ἐξουθενήσουσιν αὐτοὺς δὲ ὁ κύριος ἐκγελάσεται |
19 καὶ ἔσονται μετὰ του̃το εἰς πτω̃μα ἄτιμον καὶ εἰς ὕβριν ἐν νεκροι̃ς δι' αἰω̃νος ὅτι ῥήξει αὐτοὺς ἀφώνους πρηνει̃ς καὶ σαλεύσει αὐτοὺς ἐκ θεμελίων καὶ ἕως ἐσχάτου χερσωθήσονται καὶ ἔσονται ἐν ὀδύνη̨ καὶ ἡ μνήμη αὐτω̃ν ἀπολει̃ται |
20 ἐλεύσονται ἐν συλλογισμω̨̃ ἁμαρτημάτων αὐτω̃ν δειλοί καὶ ἐλέγξει αὐτοὺς ἐξ ἐναντίας τὰ ἀνομήματα αὐτω̃ν |