Bible-Center

The Bible for beginners for 13 September 2018

Greek/Septuagint (gr)

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 37

καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ κυρίου καὶ ἐξήγαγέν με ἐν πνεύματι κύριος καὶ ἔθηκέν με ἐν μέσω̨ του̃ πεδίου καὶ του̃το ἠ̃ν μεστὸν ὀστέων ἀνθρωπίνων
καὶ περιήγαγέν με ἐπ' αὐτὰ κυκλόθεν κύκλω̨ καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου του̃ πεδίου ξηρὰ σφόδρα
καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου εἰ ζήσεται τὰ ὀστα̃ ταυ̃τα καὶ εἰ̃πα κύριε σὺ ἐπίστη̨ ταυ̃τα
καὶ εἰ̃πεν πρός με προφήτευσον ἐπὶ τὰ ὀστα̃ ταυ̃τα καὶ ἐρει̃ς αὐτοι̃ς τὰ ὀστα̃ τὰ ξηρά ἀκούσατε λόγον κυρίου
τάδε λέγει κύριος τοι̃ς ὀστέοις τούτοις ἰδοὺ ἐγὼ φέρω εἰς ὑμα̃ς πνευ̃μα ζωη̃ς
καὶ δώσω ἐφ' ὑμα̃ς νευ̃ρα καὶ ἀνάξω ἐφ' ὑμα̃ς σάρκας καὶ ἐκτενω̃ ἐφ' ὑμα̃ς δέρμα καὶ δώσω πνευ̃μά μου εἰς ὑμα̃ς καὶ ζήσεσθε καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι κύριος
καὶ ἐπροφήτευσα καθὼς ἐνετείλατό μοι καὶ ἐγένετο ἐν τω̨̃ ἐμὲ προφητευ̃σαι καὶ ἰδοὺ σεισμός καὶ προσήγαγε τὰ ὀστα̃ ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὐτου̃
καὶ εἰ̃δον καὶ ἰδοὺ ἐπ' αὐτὰ νευ̃ρα καὶ σάρκες ἐφύοντο καὶ ἀνέβαινεν ἐπ' αὐτὰ δέρμα ἐπάνω καὶ πνευ̃μα οὐκ ἠ̃ν ἐν αὐτοι̃ς
καὶ εἰ̃πεν πρός με προφήτευσον υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ τὸ πνευ̃μα καὶ εἰπὸν τω̨̃ πνεύματι τάδε λέγει κύριος ἐκ τω̃ν τεσσάρων πνευμάτων ἐλθὲ καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους καὶ ζησάτωσαν
10 καὶ ἐπροφήτευσα καθότι ἐνετείλατό μοι καὶ εἰση̃λθεν εἰς αὐτοὺς τὸ πνευ̃μα καὶ ἔζησαν καὶ ἔστησαν ἐπὶ τω̃ν ποδω̃ν αὐτω̃ν συναγωγὴ πολλὴ σφόδρα
11 καὶ ἐλάλησεν κύριος πρός με λέγων υἱὲ ἀνθρώπου τὰ ὀστα̃ ταυ̃τα πα̃ς οἰ̃κος Ισραηλ ἐστίν καὶ αὐτοὶ λέγουσιν ξηρὰ γέγονεν τὰ ὀστα̃ ἡμω̃ν ἀπόλωλεν ἡ ἐλπὶς ἡμω̃ν διαπεφωνήκαμεν
12 διὰ του̃το προφήτευσον καὶ εἰπόν τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἀνοίγω ὑμω̃ν τὰ μνήματα καὶ ἀνάξω ὑμα̃ς ἐκ τω̃ν μνημάτων ὑμω̃ν καὶ εἰσάξω ὑμα̃ς εἰς τὴν γη̃ν του̃ Ισραηλ
13 καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι κύριος ἐν τω̨̃ ἀνοι̃ξαί με τοὺς τάφους ὑμω̃ν του̃ ἀναγαγει̃ν με ἐκ τω̃ν τάφων τὸν λαόν μου
14 καὶ δώσω τὸ πνευ̃μά μου εἰς ὑμα̃ς καὶ ζήσεσθε καὶ θήσομαι ὑμα̃ς ἐπὶ τὴν γη̃ν ὑμω̃ν καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος λελάληκα καὶ ποιήσω λέγει κύριος
15 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
16 υἱὲ ἀνθρώπου λαβὲ σεαυτω̨̃ ῥάβδον καὶ γράψον ἐπ' αὐτὴν τὸν Ιουδαν καὶ τοὺς υἱοὺς Ισραηλ τοὺς προσκειμένους ἐπ' αὐτόν καὶ ῥάβδον δευτέραν λήμψη̨ σεαυτω̨̃ καὶ γράψεις αὐτήν τω̨̃ Ιωσηφ ῥάβδον Εφραιμ καὶ πάντας τοὺς υἱοὺς Ισραηλ τοὺς προστεθέντας πρὸς αὐτόν
17 καὶ συνάψεις αὐτὰς πρὸς ἀλλήλας σαυτω̨̃ εἰς ῥάβδον μίαν του̃ δη̃σαι αὐτάς καὶ ἔσονται ἐν τη̨̃ χειρί σου
18 καὶ ἔσται ὅταν λέγωσιν πρὸς σὲ οἱ υἱοὶ του̃ λαου̃ σου οὐκ ἀναγγελει̃ς ἡμι̃ν τί ἐστιν ταυ̃τά σοι
19 καὶ ἐρει̃ς πρὸς αὐτούς τάδε λέγει κύριος ἰδοὺ ἐγὼ λήμψομαι τὴν φυλὴν Ιωσηφ τὴν διὰ χειρὸς Εφραιμ καὶ τὰς φυλὰς Ισραηλ τὰς προσκειμένας πρὸς αὐτὸν καὶ δώσω αὐτοὺς ἐπὶ τὴν φυλὴν Ιουδα καὶ ἔσονται εἰς ῥάβδον μίαν ἐν τη̨̃ χειρὶ Ιουδα
20 καὶ ἔσονται αἱ ῥάβδοι ἐφ' αἱ̃ς σὺ ἔγραψας ἐπ' αὐται̃ς ἐν τη̨̃ χειρί σου ἐνώπιον αὐτω̃ν
21 καὶ ἐρει̃ς αὐτοι̃ς τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ λαμβάνω πάντα οἰ̃κον Ισραηλ ἐκ μέσου τω̃ν ἐθνω̃ν οὑ̃ εἰσήλθοσαν ἐκει̃ καὶ συνάξω αὐτοὺς ἀπὸ πάντων τω̃ν περικύκλω̨ αὐτω̃ν καὶ εἰσάξω αὐτοὺς εἰς τὴν γη̃ν του̃ Ισραηλ
22 καὶ δώσω αὐτοὺς εἰς ἔθνος ἓν ἐν τη̨̃ γη̨̃ μου καὶ ἐν τοι̃ς ὄρεσιν Ισραηλ καὶ ἄρχων εἱ̃ς ἔσται αὐτω̃ν καὶ οὐκ ἔσονται ἔτι εἰς δύο ἔθνη οὐδὲ μὴ διαιρεθω̃σιν οὐκέτι εἰς δύο βασιλείας
23 ἵνα μὴ μιαίνωνται ἔτι ἐν τοι̃ς εἰδώλοις αὐτω̃ν καὶ ῥύσομαι αὐτοὺς ἀπὸ πασω̃ν τω̃ν ἀνομιω̃ν αὐτω̃ν ὡ̃ν ἡμάρτοσαν ἐν αὐται̃ς καὶ καθαριω̃ αὐτούς καὶ ἔσονταί μοι εἰς λαόν καὶ ἐγὼ κύριος ἔσομαι αὐτοι̃ς εἰς θεόν
24 καὶ ὁ δου̃λός μου Δαυιδ ἄρχων ἐν μέσω̨ αὐτω̃ν καὶ ποιμὴν εἱ̃ς ἔσται πάντων ὅτι ἐν τοι̃ς προστάγμασίν μου πορεύσονται καὶ τὰ κρίματά μου φυλάξονται καὶ ποιήσουσιν αὐτά
25 καὶ κατοικήσουσιν ἐπὶ τη̃ς γη̃ς αὐτω̃ν ἣν ἐγὼ δέδωκα τω̨̃ δούλω̨ μου Ιακωβ οὑ̃ κατώ̨κησαν ἐκει̃ οἱ πατέρες αὐτω̃ν καὶ κατοικήσουσιν ἐπ' αὐτη̃ς αὐτοί καὶ Δαυιδ ὁ δου̃λός μου ἄρχων αὐτω̃ν ἔσται εἰς τὸν αἰω̃να
26 καὶ διαθήσομαι αὐτοι̃ς διαθήκην εἰρήνης διαθήκη αἰωνία ἔσται μετ' αὐτω̃ν καὶ θήσω τὰ ἅγιά μου ἐν μέσω̨ αὐτω̃ν εἰς τὸν αἰω̃να
27 καὶ ἔσται ἡ κατασκήνωσίς μου ἐν αὐτοι̃ς καὶ ἔσομαι αὐτοι̃ς θεός καὶ αὐτοί μου ἔσονται λαός
28 καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι κύριος ὁ ἁγιάζων αὐτοὺς ἐν τω̨̃ εἰ̃ναι τὰ ἅγιά μου ἐν μέσω̨ αὐτω̃ν εἰς τὸν αἰω̃να
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.