Bible-Center

Orthodox readings for 13 September 2018

Greek/Septuagint (gr)

ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ, κεφαλίς 1,  στἰχοι 1-9

Παυ̃λος ἀπόστολος Χριστου̃ ’Ιησου̃ διὰ θελήματος θεου̃ τοι̃ς ἁγίοις τοι̃ς οὐ̃σιν ἐν ’Εφέσω̨ καὶ πιστοι̃ς ἐν Χριστω̨̃ ’Ιησου̃
χάρις ὑμι̃ν καὶ εἰρήνη ἀπò θεου̃ πατρòς ἡμω̃ν καὶ κυρίου ’Ιησου̃ Χριστου̃
εὐλογητòς ὁ θεòς καὶ πατὴρ του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ ὁ εὐλογήσας ἡμα̃ς ἐν πάση̨ εὐλογία̨ πνευματικη̨̃ ἐν τοι̃ς ἐπουρανίοις ἐν Χριστω̨̃
καθὼς ἐξελέξατο ἡμα̃ς ἐν αὐτω̨̃ πρò καταβολη̃ς κόσμου εἰ̃ναι ἡμα̃ς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτου̃ ἐν ἀγάπη̨
προορίσας ἡμα̃ς εἰς υἱοθεσίαν διὰ ’Ιησου̃ Χριστου̃ εἰς αὐτόν κατὰ τὴν εὐδοκίαν του̃ θελήματος αὐτου̃
εἰς ἔπαινον δόξης τη̃ς χάριτος αὐτου̃ ἡ̃ς ἐχαρίτωσεν ἡμα̃ς ἐν τω̨̃ ἠγαπημένω̨
ἐν ὡ̨̃ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ του̃ αἵματος αὐτου̃ τὴν ἄφεσιν τω̃ν παραπτωμάτων κατὰ τò πλου̃τος τη̃ς χάριτος αὐτου̃
ἡ̃ς ἐπερίσσευσεν εἰς ἡμα̃ς ἐν πάση̨ σοφία̨ καὶ φρονήσει
γνωρίσας ἡμι̃ν τò μυστήριον του̃ θελήματος αὐτου̃ κατὰ τὴν εὐδοκίαν αὐτου̃ ἣν προέθετο ἐν αὐτω̨̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

ΚΑΤΑ ΜΑΡΚΟΝ, κεφαλίς 7,  στἰχοι 24-30

24 ἐκει̃θεν δὲ ἀναστὰς ἀπη̃λθεν εἰς τὰ ὅρια τύρου καὶ εἰσελθὼν εἰς οἰκίαν οὐδένα ἤθελεν γνω̃ναι καὶ οὐκ ἠδυνήθη λαθει̃ν
25 ἀλλ' εὐθὺς ἀκούσασα γυνὴ περὶ αὐτου̃ ἡ̃ς εἰ̃χεν τò θυγάτριον αὐτη̃ς πνευ̃μα ἀκάθαρτον ἐλθου̃σα προσέπεσεν πρòς τοὺς πόδας αὐτου̃
26 ἡ δὲ γυνὴ ἠ̃ν ‘Ελληνίς Συροφοινίκισσα τω̨̃ γένει καὶ ἠρώτα αὐτòν ἵνα τò δαιμόνιον ἐκβάλη̨ ἐκ τη̃ς θυγατρòς αὐτη̃ς
27 καὶ ἔλεγεν αὐτη̨̃ ἄφες πρω̃τον χορτασθη̃ναι τὰ τέκνα οὐ γάρ ἐστιν καλòν λαβει̃ν τòν ἄρτον τω̃ν τέκνων καὶ τοι̃ς κυναρίοις βαλει̃ν
28 ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτω̨̃ κύριε καὶ τὰ κυνάρια ὑποκάτω τη̃ς τραπέζης ἐσθίουσιν ἀπò τω̃ν ψιχίων τω̃ν παιδίων
29 καὶ εἰ̃πεν αὐτη̨̃ διὰ του̃τον τòν λόγον ὕπαγε ἐξελήλυθεν ἐκ τη̃ς θυγατρός σου τò δαιμόνιον
30 καὶ ἀπελθου̃σα εἰς τòν οἰ̃κον αὐτη̃ς εὑ̃ρεν τò παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τò δαιμόνιον ἐξεληλυθός
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.