Bible-Center

Five-year Bible reading plan for 13 September 2018

Greek/Septuagint (gr)

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 16,  στἰχοι 1-13

ἔλεγεν δὲ καὶ πρòς τοὺς μαθητάς ἄνθρωπός τις ἠ̃ν πλούσιος ὃς εἰ̃χεν οἰκονόμον καὶ οὑ̃τος διεβλήθη αὐτω̨̃ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτου̃
καὶ φωνήσας αὐτòν εἰ̃πεν αὐτω̨̃ τί του̃το ἀκούω περὶ σου̃ ἀπόδος τòν λόγον τη̃ς οἰκονομίας σου οὐ γὰρ δύνη̨ ἔτι οἰκονομει̃ν
εἰ̃πεν δὲ ἐν ἑαυτω̨̃ ὁ οἰκονόμος τί ποιήσω ὅτι ὁ κύριός μου ἀφαιρει̃ται τὴν οἰκονομίαν ἀπ' ἐμου̃ σκάπτειν οὐκ ἰσχύω ἐπαιτει̃ν αἰσχύνομαι
ἔγνων τί ποιήσω ἵνα ὅταν μετασταθω̃ ἐκ τη̃ς οἰκονομίας δέξωνταί με εἰς τοὺς οἴκους αὐτω̃ν
καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τω̃ν χρεοφειλετω̃ν του̃ κυρίου ἑαυτου̃ ἔλεγεν τω̨̃ πρώτω̨ πόσον ὀφείλεις τω̨̃ κυρίω̨ μου
ὁ δὲ εἰ̃πεν ἑκατòν βάτους ἐλαίου ὁ δὲ εἰ̃πεν αὐτω̨̃ δέξαι σου τὰ γράμματα καὶ καθίσας ταχέως γράψον πεντήκοντα
ἔπειτα ἑτέρω̨ εἰ̃πεν σὺ δὲ πόσον ὀφείλεις ὁ δὲ εἰ̃πεν ἑκατòν κόρους σίτου λέγει αὐτω̨̃ δέξαι σου τὰ γράμματα καὶ γράψον ὀγδοήκοντα
καὶ ἐπή̨νεσεν ὁ κύριος τòν οἰκονόμον τη̃ς ἀδικίας ὅτι φρονίμως ἐποίησεν ὅτι οἱ υἱοὶ του̃ αἰω̃νος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς του̃ φωτòς εἰς τὴν γενεὰν τὴν ἑαυτω̃ν εἰσιν
καὶ ἐγὼ ὑμι̃ν λέγω ἑαυτοι̃ς ποιήσατε φίλους ἐκ του̃ μαμωνα̃ τη̃ς ἀδικίας ἵνα ὅταν ἐκλίπη̨ δέξωνται ὑμα̃ς εἰς τὰς αἰωνίους σκηνάς
10 ὁ πιστòς ἐν ἐλαχίστω̨ καὶ ἐν πολλω̨̃ πιστός ἐστιν καὶ ὁ ἐν ἐλαχίστω̨ ἄδικος καὶ ἐν πολλω̨̃ ἄδικός ἐστιν
11 εἰ οὐ̃ν ἐν τω̨̃ ἀδίκω̨ μαμωνα̨̃ πιστοὶ οὐκ ἐγένεσθε τò ἀληθινòν τίς ὑμι̃ν πιστεύσει
12 καὶ εἰ ἐν τω̨̃ ἀλλοτρίω̨ πιστοὶ οὐκ ἐγένεσθε τò ὑμέτερον τίς ὑμι̃ν δώσει
13 οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν ἢ γὰρ τòν ἕνα μισήσει καὶ τòν ἕτερον ἀγαπήσει ἢ ἑνòς ἀνθέξεται καὶ του̃ ἑτέρου καταφρονήσει οὐ δύνασθε θεω̨̃ δουλεύειν καὶ μαμωνα̨̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.