1 ἐγένετο δὲ μετὰ τὸ γηρα̃σαι Ισαακ καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτου̃ του̃ ὁρα̃ν καὶ ἐκάλεσεν Ησαυ τὸν υἱὸν αὐτου̃ τὸν πρεσβύτερον καὶ εἰ̃πεν αὐτω̨̃ υἱέ μου καὶ εἰ̃πεν ἰδοὺ ἐγώ |
2 καὶ εἰ̃πεν ἰδοὺ γεγήρακα καὶ οὐ γινώσκω τὴν ἡμέραν τη̃ς τελευτη̃ς μου |
3 νυ̃ν οὐ̃ν λαβὲ τὸ σκευ̃ός σου τήν τε φαρέτραν καὶ τὸ τόξον καὶ ἔξελθε εἰς τὸ πεδίον καὶ θήρευσόν μοι θήραν |
4 καὶ ποίησόν μοι ἐδέσματα ὡς φιλω̃ ἐγώ καὶ ἔνεγκέ μοι ἵνα φάγω ὅπως εὐλογήση̨ σε ἡ ψυχή μου πρὶν ἀποθανει̃ν με |
5 Ρεβεκκα δὲ ἤκουσεν λαλου̃ντος Ισαακ πρὸς Ησαυ τὸν υἱὸν αὐτου̃ ἐπορεύθη δὲ Ησαυ εἰς τὸ πεδίον θηρευ̃σαι θήραν τω̨̃ πατρὶ αὐτου̃ ... |
15 καὶ λαβου̃σα Ρεβεκκα τὴν στολὴν Ησαυ του̃ υἱου̃ αὐτη̃ς του̃ πρεσβυτέρου τὴν καλήν ἣ ἠ̃ν παρ' αὐτη̨̃ ἐν τω̨̃ οἴκω̨ ἐνέδυσεν Ιακωβ τὸν υἱὸν αὐτη̃ς τὸν νεώτερον |
16 καὶ τὰ δέρματα τω̃ν ἐρίφων περιέθηκεν ἐπὶ τοὺς βραχίονας αὐτου̃ καὶ ἐπὶ τὰ γυμνὰ του̃ τραχήλου αὐτου̃ |
17 καὶ ἔδωκεν τὰ ἐδέσματα καὶ τοὺς ἄρτους οὓς ἐποίησεν εἰς τὰς χει̃ρας Ιακωβ του̃ υἱου̃ αὐτη̃ς |
18 καὶ εἰσήνεγκεν τω̨̃ πατρὶ αὐτου̃ εἰ̃πεν δέ πάτερ ὁ δὲ εἰ̃πεν ἰδοὺ ἐγώ τίς εἰ̃ σύ τέκνον |
19 καὶ εἰ̃πεν Ιακωβ τω̨̃ πατρὶ αὐτου̃ ἐγὼ Ησαυ ὁ πρωτότοκός σου ἐποίησα καθὰ ἐλάλησάς μοι ἀναστὰς κάθισον καὶ φάγε τη̃ς θήρας μου ὅπως εὐλογήση̨ με ἡ ψυχή σου |
20 εἰ̃πεν δὲ Ισαακ τω̨̃ υἱω̨̃ αὐτου̃ τί του̃το ὃ ταχὺ εὑ̃ρες ὠ̃ τέκνον ὁ δὲ εἰ̃πεν ὃ παρέδωκεν κύριος ὁ θεός σου ἐναντίον μου |
21 εἰ̃πεν δὲ Ισαακ τω̨̃ Ιακωβ ἔγγισόν μοι καὶ ψηλαφήσω σε τέκνον εἰ σὺ εἰ̃ ὁ υἱός μου Ησαυ ἢ οὔ |
22 ἤγγισεν δὲ Ιακωβ πρὸς Ισαακ τὸν πατέρα αὐτου̃ καὶ ἐψηλάφησεν αὐτὸν καὶ εἰ̃πεν ἡ μὲν φωνὴ φωνὴ Ιακωβ αἱ δὲ χει̃ρες χει̃ρες Ησαυ |
23 καὶ οὐκ ἐπέγνω αὐτόν ἠ̃σαν γὰρ αἱ χει̃ρες αὐτου̃ ὡς αἱ χει̃ρες Ησαυ του̃ ἀδελφου̃ αὐτου̃ δασει̃αι καὶ ηὐλόγησεν αὐτόν |
24 καὶ εἰ̃πεν σὺ εἰ̃ ὁ υἱός μου Ησαυ ὁ δὲ εἰ̃πεν ἐγώ |
25 καὶ εἰ̃πεν προσάγαγέ μοι καὶ φάγομαι ἀπὸ τη̃ς θήρας σου τέκνον ἵνα εὐλογήση̨ σε ἡ ψυχή μου καὶ προσήγαγεν αὐτω̨̃ καὶ ἔφαγεν καὶ εἰσήνεγκεν αὐτω̨̃ οἰ̃νον καὶ ἔπιεν |
26 καὶ εἰ̃πεν αὐτω̨̃ Ισαακ ὁ πατὴρ αὐτου̃ ἔγγισόν μοι καὶ φίλησόν με τέκνον |
27 καὶ ἐγγίσας ἐφίλησεν αὐτόν καὶ ὠσφράνθη τὴν ὀσμὴν τω̃ν ἱματίων αὐτου̃ καὶ ηὐλόγησεν αὐτὸν καὶ εἰ̃πεν ἰδοὺ ὀσμὴ του̃ υἱου̃ μου ὡς ὀσμὴ ἀγρου̃ πλήρους ὃν ηὐλόγησεν κύριος |
28 καὶ δώ̨η σοι ὁ θεὸς ἀπὸ τη̃ς δρόσου του̃ οὐρανου̃ καὶ ἀπὸ τη̃ς πιότητος τη̃ς γη̃ς καὶ πλη̃θος σίτου καὶ οἴνου |
29 καὶ δουλευσάτωσάν σοι ἔθνη καὶ προσκυνήσουσίν σοι ἄρχοντες καὶ γίνου κύριος του̃ ἀδελφου̃ σου καὶ προσκυνήσουσίν σοι οἱ υἱοὶ του̃ πατρός σου ὁ καταρώμενός σε ἐπικατάρατος ὁ δὲ εὐλογω̃ν σε εὐλογημένος |