Bible-Center

Five-year Bible reading plan for 30 October 2020

Greek/Septuagint (gr)

ΔΑΝΙΗΛ, κεφαλίς 3,  στἰχοι 1-33

1 ἔτους ὀκτωκαιδεκάτου Ναβουχοδονοσορ ὁ βασιλεὺς ἐποίησεν εἰκόνα χρυση̃ν ὕψος αὐτη̃ς πήχεων ἑξήκοντα εὐ̃ρος αὐτη̃ς πήχεων ἕξ καὶ ἔστησεν αὐτὴν ἐν πεδίω̨ Δεϊρα ἐν χώρα̨ Βαβυλω̃νος
2 καὶ ἀπέστειλεν συναγαγει̃ν τοὺς ὑπάτους καὶ τοὺς στρατηγοὺς καὶ τοὺς τοπάρχας ἡγουμένους καὶ τυράννους καὶ τοὺς ἐπ' ἐξουσιω̃ν καὶ πάντας τοὺς ἄρχοντας τω̃ν χωρω̃ν ἐλθει̃ν εἰς τὰ ἐγκαίνια τη̃ς εἰκόνος ἡ̃ς ἔστησεν Ναβουχοδονοσορ ὁ βασιλεύς
3 καὶ συνήχθησαν οἱ τοπάρχαι ὕπατοι στρατηγοί ἡγούμενοι τύραννοι μεγάλοι οἱ ἐπ' ἐξουσιω̃ν καὶ πάντες οἱ ἄρχοντες τω̃ν χωρω̃ν εἰς τὸν ἐγκαινισμὸν τη̃ς εἰκόνος ἡ̃ς ἔστησεν Ναβουχοδονοσορ ὁ βασιλεύς καὶ εἱστήκεισαν ἐνώπιον τη̃ς εἰκόνος ἡ̃ς ἔστησεν Ναβουχοδονοσορ
4 καὶ ὁ κη̃ρυξ ἐβόα ἐν ἰσχύι ὑμι̃ν λέγεται λαοί φυλαί γλω̃σσαι
5 ἡ̨̃ ἂν ὥρα̨ ἀκούσητε τη̃ς φωνη̃ς τη̃ς σάλπιγγος σύριγγός τε καὶ κιθάρας σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικω̃ν πίπτοντες προσκυνει̃τε τη̨̃ εἰκόνι τη̨̃ χρυση̨̃ ἡ̨̃ ἔστησεν Ναβουχοδονοσορ ὁ βασιλεύς
6 καὶ ὃς ἂν μὴ πεσὼν προσκυνήση̨ αὐτη̨̃ τη̨̃ ὥρα̨ ἐμβληθήσεται εἰς τὴν κάμινον του̃ πυρὸς τὴν καιομένην
7 καὶ ἐγένετο ὅτε ἤκουσαν οἱ λαοὶ τη̃ς φωνη̃ς τη̃ς σάλπιγγος σύριγγός τε καὶ κιθάρας σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικω̃ν πίπτοντες πάντες οἱ λαοί φυλαί γλω̃σσαι προσεκύνουν τη̨̃ εἰκόνι τη̨̃ χρυση̨̃ ἡ̨̃ ἔστησεν Ναβουχοδονοσορ ὁ βασιλεύς
8 τότε προσήλθοσαν ἄνδρες Χαλδαι̃οι καὶ διέβαλον τοὺς Ιουδαίους
9 τω̨̃ βασιλει̃ Ναβουχοδονοσορ βασιλευ̃ εἰς τοὺς αἰω̃νας ζη̃θι
10 σύ βασιλευ̃ ἔθηκας δόγμα πάντα ἄνθρωπον ὃς ἂν ἀκούση̨ τη̃ς φωνη̃ς τη̃ς σάλπιγγος σύριγγός τε καὶ κιθάρας σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικω̃ν
11 καὶ μὴ πεσὼν προσκυνήση̨ τη̨̃ εἰκόνι τη̨̃ χρυση̨̃ ἐμβληθήσεται εἰς τὴν κάμινον του̃ πυρὸς τὴν καιομένην
12 εἰσὶν ἄνδρες Ιουδαι̃οι οὓς κατέστησας ἐπὶ τὰ ἔργα τη̃ς χώρας Βαβυλω̃νος Σεδραχ Μισαχ Αβδεναγω οἱ ἄνδρες ἐκει̃νοι οὐχ ὑπήκουσαν βασιλευ̃ τω̨̃ δόγματί σου τοι̃ς θεοι̃ς σου οὐ λατρεύουσιν καὶ τη̨̃ εἰκόνι τη̨̃ χρυση̨̃ ἡ̨̃ ἔστησας οὐ προσκυνου̃σιν
13 τότε Ναβουχοδονοσορ ἐν θυμω̨̃ καὶ ὀργη̨̃ εἰ̃πεν ἀγαγει̃ν τὸν Σεδραχ Μισαχ καὶ Αβδεναγω καὶ ἤχθησαν ἐνώπιον του̃ βασιλέως
14 καὶ ἀπεκρίθη Ναβουχοδονοσορ καὶ εἰ̃πεν αὐτοι̃ς εἰ ἀληθω̃ς Σεδραχ Μισαχ Αβδεναγω τοι̃ς θεοι̃ς μου οὐ λατρεύετε καὶ τη̨̃ εἰκόνι τη̨̃ χρυση̨̃ ἡ̨̃ ἔστησα οὐ προσκυνει̃τε
15 νυ̃ν οὐ̃ν εἰ ἔχετε ἑτοίμως ἵνα ὡς ἂν ἀκούσητε τη̃ς φωνη̃ς τη̃ς σάλπιγγος σύριγγός τε καὶ κιθάρας σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικω̃ν πεσόντες προσκυνήσητε τη̨̃ εἰκόνι ἡ̨̃ ἐποίησα ἐὰν δὲ μὴ προσκυνήσητε αὐτη̨̃ τη̨̃ ὥρα̨ ἐμβληθήσεσθε εἰς τὴν κάμινον του̃ πυρὸς τὴν καιομένην καὶ τίς ἐστιν θεός ὃς ἐξελει̃ται ὑμα̃ς ἐκ τω̃ν χειρω̃ν μου
16 καὶ ἀπεκρίθησαν Σεδραχ Μισαχ Αβδεναγω λέγοντες τω̨̃ βασιλει̃ Ναβουχοδονοσορ οὐ χρείαν ἔχομεν ἡμει̃ς περὶ του̃ ῥήματος τούτου ἀποκριθη̃ναί σοι
17 ἔστιν γὰρ θεός ὡ̨̃ ἡμει̃ς λατρεύομεν δυνατὸς ἐξελέσθαι ἡμα̃ς ἐκ τη̃ς καμίνου του̃ πυρὸς τη̃ς καιομένης καὶ ἐκ τω̃ν χειρω̃ν σου βασιλευ̃ ῥύσεται ἡμα̃ς
18 καὶ ἐὰν μή γνωστὸν ἔστω σοι βασιλευ̃ ὅτι τοι̃ς θεοι̃ς σου οὐ λατρεύομεν καὶ τη̨̃ εἰκόνι τη̨̃ χρυση̨̃ ἡ̨̃ ἔστησας οὐ προσκυνου̃μεν
19 τότε Ναβουχοδονοσορ ἐπλήσθη θυμου̃ καὶ ἡ ὄψις του̃ προσώπου αὐτου̃ ἠλλοιώθη ἐπὶ Σεδραχ Μισαχ καὶ Αβδεναγω καὶ εἰ̃πεν ἐκκαυ̃σαι τὴν κάμινον ἑπταπλασίως ἕως οὑ̃ εἰς τέλος ἐκκαη̨̃
20 καὶ ἄνδρας ἰσχυροὺς ἰσχύι εἰ̃πεν πεδήσαντας τὸν Σεδραχ Μισαχ καὶ Αβδεναγω ἐμβαλει̃ν εἰς τὴν κάμινον του̃ πυρὸς τὴν καιομένην
21 τότε οἱ ἄνδρες ἐκει̃νοι ἐπεδήθησαν σὺν τοι̃ς σαραβάροις αὐτω̃ν καὶ τιάραις καὶ περικνημι̃σι καὶ ἐνδύμασιν αὐτω̃ν καὶ ἐβλήθησαν εἰς μέσον τη̃ς καμίνου του̃ πυρὸς τη̃ς καιομένης
22 ἐπεὶ τὸ ῥη̃μα του̃ βασιλέως ὑπερίσχυεν καὶ ἡ κάμινος ἐξεκαύθη ἐκ περισσου̃
23 καὶ οἱ τρει̃ς οὑ̃τοι Σεδραχ Μισαχ καὶ Αβδεναγω ἔπεσον εἰς μέσον τη̃ς καμίνου του̃ πυρὸς τη̃ς καιομένης πεπεδημένοι
24 καὶ περιεπάτουν ἐν μέσω̨ τη̃ς φλογὸς ὑμνου̃ντες τὸν θεὸν καὶ εὐλογου̃ντες τὸν κύριον
25 καὶ συστὰς Αζαριας προσηύξατο οὕτως καὶ ἀνοίξας τὸ στόμα αὐτου̃ ἐν μέσω̨ του̃ πυρὸς εἰ̃πεν
26 εὐλογητὸς εἰ̃ κύριε ὁ θεὸς τω̃ν πατέρων ἡμω̃ν καὶ αἰνετός καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰω̃νας
27 ὅτι δίκαιος εἰ̃ ἐπὶ πα̃σιν οἱ̃ς ἐποίησας ἡμι̃ν καὶ πάντα τὰ ἔργα σου ἀληθινά καὶ εὐθει̃αι αἱ ὁδοί σου καὶ πα̃σαι αἱ κρίσεις σου ἀλήθεια
28 καὶ κρίματα ἀληθείας ἐποίησας κατὰ πάντα ἃ ἐπήγαγες ἡμι̃ν καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τω̃ν πατέρων ἡμω̃ν Ιερουσαλημ ὅτι ἐν ἀληθεία̨ καὶ κρίσει ἐπήγαγες πάντα ταυ̃τα διὰ τὰς ἁμαρτίας ἡμω̃ν
29 ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστη̃ναι ἀπὸ σου̃ καὶ ἐξημάρτομεν ἐν πα̃σιν καὶ τω̃ν ἐντολω̃ν σου οὐκ ἠκούσαμεν
30 οὐδὲ συνετηρήσαμεν οὐδὲ ἐποιήσαμεν καθὼς ἐνετείλω ἡμι̃ν ἵνα εὐ̃ ἡμι̃ν γένηται
31 καὶ πάντα ὅσα ἡμι̃ν ἐπήγαγες καὶ πάντα ὅσα ἐποίησας ἡμι̃ν ἐν ἀληθινη̨̃ κρίσει ἐποίησας
32 καὶ παρέδωκας ἡμα̃ς εἰς χει̃ρας ἐχθρω̃ν ἀνόμων ἐχθίστων ἀποστατω̃ν καὶ βασιλει̃ ἀδίκω̨ καὶ πονηροτάτω̨ παρὰ πα̃σαν τὴν γη̃ν
33 καὶ νυ̃ν οὐκ ἔστιν ἡμι̃ν ἀνοι̃ξαι τὸ στόμα αἰσχύνη καὶ ὄνειδος ἐγενήθη τοι̃ς δούλοις σου καὶ τοι̃ς σεβομένοις σε
Comments:
Comments on the current fragment
Comments on the book
Comments on the part

3  Nebuchadnezzar erects a golden image, and requires all his subjects to worship it, Дан 3:1-7.
He is informed that the Jewish princes refuse to worship it, Дан 3:8-12.
They resolutely persist in their refusal, Дан 3:13-18.
They are cast into the fiery furnace, Дан 3:19-23.
Their preservation and the conviction of the king, Дан 3:91-94.
The honour which he gave to God, and the favour he shewed to his servants, Дан 3:95-97.


3:1 Made an image - Perhaps he did this, that he might seem no ways inclined to the Jews, or their religion, whereof the Chaldeans might be jealous, seeing he had owned their God to be greatest, and had preferred Daniel and his friends to great honours.


3:4 Nations and languages - Proclamation was made therefore in several languages.


3:16 We are not careful - Heb. We care not: there is no need of any answer in this case for it is in vain for us to debate the matter; the king is resolved to have his will of us, and we are resolved on the contrary.


3:18 But if not - It was therefore all one to them, which way God would honour himself; they were resolved to suffer rather than sin, and leave the cause to God. Indeed if God be for us, we need not fear what man can do unto us. Let him do his worst. God will deliver us either from death, or in death.


3:20 To bind - What did he think these three men would have refused?Or that their God would defend them from his power, or that if he had, his mighty men could have prevailed? None of all this was the case; for God purposed to shew his power when the king did his worst, and in the thing wherein he dealt proudly, to be above him.


3:23 Fell down - All this is exprest with emphasis, to make the power of God more glorious in their preservation; for that shame that slew the executioners, might much more easily have killed them, even before they fell down.


Hide

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.